Psalms 52

Studie

           |

1 εις το τελος υπερ μαελεθ συνεσεως τω δαυιδ

2 ειπεν αφρων εν καρδια αυτου ουκ εστιν θεος διεφθαρησαν και εβδελυχθησαν εν ανομιαις ουκ εστιν ποιων αγαθον

3 ο θεος εκ του ουρανου διεκυψεν επι τους υιους των ανθρωπων του ιδειν ει εστιν συνιων η εκζητων τον θεον

4 παντες εξεκλιναν αμα ηχρεωθησαν ουκ εστιν ποιων αγαθον ουκ εστιν εως ενος

5 ουχι γνωσονται παντες οι εργαζομενοι την ανομιαν οι εσθοντες τον λαον μου βρωσει αρτου τον θεον ουκ επεκαλεσαντο

6 εκει φοβηθησονται φοβον ου ουκ ην φοβος οτι ο θεος διεσκορπισεν οστα ανθρωπαρεσκων κατησχυνθησαν οτι ο θεος εξουδενωσεν αυτους

7 τις δωσει εκ σιων το σωτηριον του ισραηλ εν τω επιστρεψαι κυριον την αιχμαλωσιαν του λαου αυτου αγαλλιασεται ιακωβ και ευφρανθησεται ισραηλ

Scroll to see more.