Psalms 50

Studie

              |

1 εις το τελος ψαλμος τω δαυιδ

2 εν τω ελθειν προς αυτον ναθαν τον προφητην ηνικα εισηλθεν προς βηρσαβεε

3 ελεησον με ο θεος κατα το μεγα ελεος σου και κατα το πληθος των οικτιρμων σου εξαλειψον το ανομημα μου

4 επι πλειον πλυνον με απο της ανομιας μου και απο της αμαρτιας μου καθαρισον με

5 οτι την ανομιαν μου εγω γινωσκω και η αμαρτια μου ενωπιον μου εστιν δια παντος

6 σοι μονω ημαρτον και το πονηρον ενωπιον σου εποιησα οπως αν δικαιωθης εν τοις λογοις σου και νικησης εν τω κρινεσθαι σε

7 ιδου γαρ εν ανομιαις συνελημφθην και εν αμαρτιαις εκισσησεν με η μητηρ μου

8 ιδου γαρ αληθειαν ηγαπησας τα αδηλα και τα κρυφια της σοφιας σου εδηλωσας μοι

9 ραντιεις με υσσωπω και καθαρισθησομαι πλυνεις με και υπερ χιονα λευκανθησομαι

10 ακουτιεις με αγαλλιασιν και ευφροσυνην αγαλλιασονται οστα τεταπεινωμενα

11 αποστρεψον το προσωπον σου απο των αμαρτιων μου και πασας τας ανομιας μου εξαλειψον

12 καρδιαν καθαραν κτισον εν εμοι ο θεος και πνευμα ευθες εγκαινισον εν τοις εγκατοις μου

13 μη απορριψης με απο του προσωπου σου και το πνευμα το αγιον σου μη αντανελης απ' εμου

14 αποδος μοι την αγαλλιασιν του σωτηριου σου και πνευματι ηγεμονικω στηρισον με

15 διδαξω ανομους τας οδους σου και ασεβεις επι σε επιστρεψουσιν

16 ρυσαι με εξ αιματων ο θεος ο θεος της σωτηριας μου αγαλλιασεται η γλωσσα μου την δικαιοσυνην σου

17 κυριε τα χειλη μου ανοιξεις και το στομα μου αναγγελει την αινεσιν σου

18 οτι ει ηθελησας θυσιαν εδωκα αν ολοκαυτωματα ουκ ευδοκησεις

19 θυσια τω θεω πνευμα συντετριμμενον καρδιαν συντετριμμενην και τεταπεινωμενην ο θεος ουκ εξουθενωσει

20 αγαθυνον κυριε εν τη ευδοκια σου την σιων και οικοδομηθητω τα τειχη ιερουσαλημ

21 τοτε ευδοκησεις θυσιαν δικαιοσυνης αναφοραν και ολοκαυτωματα τοτε ανοισουσιν επι το θυσιαστηριον σου μοσχους

  
Scroll to see more.