Psalms 47

Studie

           |

1 ψαλμος ωδης τοις υιοις κορε δευτερα σαββατου

2 μεγας κυριος και αινετος σφοδρα εν πολει του θεου ημων ορει αγιω αυτου

3 ευ ριζων αγαλλιαματι πασης της γης ορη σιων τα πλευρα του βορρα η πολις του βασιλεως του μεγαλου

4 ο θεος εν ταις βαρεσιν αυτης γινωσκεται οταν αντιλαμβανηται αυτης

5 οτι ιδου οι βασιλεις συνηχθησαν ηλθοσαν επι το αυτο

6 αυτοι ιδοντες ουτως εθαυμασαν εταραχθησαν εσαλευθησαν

7 τρομος επελαβετο αυτων εκει ωδινες ως τικτουσης

8 εν πνευματι βιαιω συντριψεις πλοια θαρσις

9 καθαπερ ηκουσαμεν ουτως ειδομεν εν πολει κυριου των δυναμεων εν πολει του θεου ημων ο θεος εθεμελιωσεν αυτην εις τον αιωνα διαψαλμα

10 υπελαβομεν ο θεος το ελεος σου εν μεσω του ναου σου

11 κατα το ονομα σου ο θεος ουτως και η αινεσις σου επι τα περατα της γης δικαιοσυνης πληρης η δεξια σου

12 ευφρανθητω το ορος σιων αγαλλιασθωσαν αι θυγατερες της ιουδαιας ενεκεν των κριματων σου κυριε

13 κυκλωσατε σιων και περιλαβετε αυτην διηγησασθε εν τοις πυργοις αυτης

14 θεσθε τας καρδιας υμων εις την δυναμιν αυτης και καταδιελεσθε τας βαρεις αυτης οπως αν διηγησησθε εις γενεαν ετεραν

15 οτι ουτος εστιν ο θεος ο θεος ημων εις τον αιωνα και εις τον αιωνα του αιωνος αυτος ποιμανει ημας εις τους αιωνας

Scroll to see more.