Psalms 4

Studie

              |

1 εις το τελος εν ψαλμοις ωδη τω δαυιδ

2 εν τω επικαλεισθαι με εισηκουσεν μου ο θεος της δικαιοσυνης μου εν θλιψει επλατυνας μοι οικτιρησον με και εισακουσον της προσευχης μου

3 υιοι ανθρωπων εως ποτε βαρυκαρδιοι ινα τι αγαπατε ματαιοτητα και ζητειτε ψευδος διαψαλμα

4 και γνωτε οτι εθαυμαστωσεν κυριος τον οσιον αυτου κυριος εισακουσεται μου εν τω κεκραγεναι με προς αυτον

5 οργιζεσθε και μη αμαρτανετε λεγετε εν ταις καρδιαις υμων και επι ταις κοιταις υμων κατανυγητε διαψαλμα

6 θυσατε θυσιαν δικαιοσυνης και ελπισατε επι κυριον

7 πολλοι λεγουσιν τις δειξει ημιν τα αγαθα εσημειωθη εφ' ημας το φως του προσωπου σου κυριε

8 εδωκας ευφροσυνην εις την καρδιαν μου απο καιρου σιτου και οινου και ελαιου αυτων επληθυνθησαν

9 εν ειρηνη επι το αυτο κοιμηθησομαι και υπνωσω οτι συ κυριε κατα μονας επ' ελπιδι κατωκισας με

Scroll to see more.