Psalms 30

Study

              |

1 εις το τελος ψαλμος τω δαυιδ εκστασεως

2 επι σοι κυριε ηλπισα μη καταισχυνθειην εις τον αιωνα εν τη δικαιοσυνη σου ρυσαι με και εξελου με

3 κλινον προς με το ους σου ταχυνον του εξελεσθαι με γενου μοι εις θεον υπερασπιστην και εις οικον καταφυγης του σωσαι με

4 οτι κραταιωμα μου και καταφυγη μου ει συ και ενεκεν του ονοματος σου οδηγησεις με και διαθρεψεις με

5 εξαξεις με εκ παγιδος ταυτης ης εκρυψαν μοι οτι συ ει ο υπερασπιστης μου

6 εις χειρας σου παραθησομαι το πνευμα μου ελυτρωσω με κυριε ο θεος της αληθειας

7 εμισησας τους διαφυλασσοντας ματαιοτητας δια κενης εγω δε επι τω κυριω ηλπισα

8 αγαλλιασομαι και ευφρανθησομαι επι τω ελεει σου οτι επειδες την ταπεινωσιν μου εσωσας εκ των αναγκων την ψυχην μου

9 και ου συνεκλεισας με εις χειρας εχθρου εστησας εν ευρυχωρω τους ποδας μου

10 ελεησον με κυριε οτι θλιβομαι εταραχθη εν θυμω ο οφθαλμος μου η ψυχη μου και η γαστηρ μου

11 οτι εξελιπεν εν οδυνη η ζωη μου και τα ετη μου εν στεναγμοις ησθενησεν εν πτωχεια η ισχυς μου και τα οστα μου εταραχθησαν

12 παρα παντας τους εχθρους μου εγενηθην ονειδος και τοις γειτοσιν μου σφοδρα και φοβος τοις γνωστοις μου οι θεωρουντες με εξω εφυγον απ' εμου

13 επελησθην ωσει νεκρος απο καρδιας εγενηθην ωσει σκευος απολωλος

14 οτι ηκουσα ψογον πολλων παροικουντων κυκλοθεν εν τω επισυναχθηναι αυτους αμα επ' εμε του λαβειν την ψυχην μου εβουλευσαντο

15 εγω δε επι σε ηλπισα κυριε ειπα συ ει ο θεος μου

16 εν ταις χερσιν σου οι καιροι μου ρυσαι με εκ χειρος εχθρων μου και εκ των καταδιωκοντων με

17 επιφανον το προσωπον σου επι τον δουλον σου σωσον με εν τω ελεει σου

18 κυριε μη καταισχυνθειην οτι επεκαλεσαμην σε αισχυνθειησαν οι ασεβεις και καταχθειησαν εις αδου

19 αλαλα γενηθητω τα χειλη τα δολια τα λαλουντα κατα του δικαιου ανομιαν εν υπερηφανια και εξουδενωσει

20 ως πολυ το πληθος της χρηστοτητος σου κυριε ης εκρυψας τοις φοβουμενοις σε εξειργασω τοις ελπιζουσιν επι σε εναντιον των υιων των ανθρωπων

21 κατακρυψεις αυτους εν αποκρυφω του προσωπου σου απο ταραχης ανθρωπων σκεπασεις αυτους εν σκηνη απο αντιλογιας γλωσσων

22 ευλογητος κυριος οτι εθαυμαστωσεν το ελεος αυτου εν πολει περιοχης

23 εγω δε ειπα εν τη εκστασει μου απερριμμαι αρα απο προσωπου των οφθαλμων σου δια τουτο εισηκουσας της φωνης της δεησεως μου εν τω κεκραγεναι με προς σε

24 αγαπησατε τον κυριον παντες οι οσιοι αυτου οτι αληθειας εκζητει κυριος και ανταποδιδωσιν τοις περισσως ποιουσιν υπερηφανιαν

25 ανδριζεσθε και κραταιουσθω η καρδια υμων παντες οι ελπιζοντες επι κυριον

  
Scroll to see more.