Psalms 3

Studie

  

1 ψαλμος τω δαυιδ οποτε απεδιδρασκεν απο προσωπου αβεσσαλωμ του υιου αυτου

2 κυριε τι επληθυνθησαν οι θλιβοντες με πολλοι επανιστανται επ' εμε

3 πολλοι λεγουσιν τη ψυχη μου ουκ εστιν σωτηρια αυτω εν τω θεω αυτου διαψαλμα

4 συ δε κυριε αντιλημπτωρ μου ει δοξα μου και υψων την κεφαλην μου

5 φωνη μου προς κυριον εκεκραξα και επηκουσεν μου εξ ορους αγιου αυτου διαψαλμα

6 εγω εκοιμηθην και υπνωσα εξηγερθην οτι κυριος αντιλημψεται μου

7 ου φοβηθησομαι απο μυριαδων λαου των κυκλω συνεπιτιθεμενων μοι

8 αναστα κυριε σωσον με ο θεος μου οτι συ επαταξας παντας τους εχθραινοντας μοι ματαιως οδοντας αμαρτωλων συνετριψας

9 του κυριου η σωτηρια και επι τον λαον σου η ευλογια σου

Scroll to see more.