Psalms 28

Studie

              |

1 ψαλμος τω δαυιδ εξοδιου σκηνης ενεγκατε τω κυριω υιοι θεου ενεγκατε τω κυριω υιους κριων ενεγκατε τω κυριω δοξαν και τιμην

2 ενεγκατε τω κυριω δοξαν ονοματι αυτου προσκυνησατε τω κυριω εν αυλη αγια αυτου

3 φωνη κυριου επι των υδατων ο θεος της δοξης εβροντησεν κυριος επι υδατων πολλων

4 φωνη κυριου εν ισχυι φωνη κυριου εν μεγαλοπρεπεια

5 φωνη κυριου συντριβοντος κεδρους και συντριψει κυριος τας κεδρους του λιβανου

6 και λεπτυνει αυτας ως τον μοσχον τον λιβανον και ο ηγαπημενος ως υιος μονοκερωτων

7 φωνη κυριου διακοπτοντος φλογα πυρος

8 φωνη κυριου συσσειοντος ερημον και συσσεισει κυριος την ερημον καδης

9 φωνη κυριου καταρτιζομενου ελαφους και αποκαλυψει δρυμους και εν τω ναω αυτου πας τις λεγει δοξαν

10 κυριος τον κατακλυσμον κατοικιει και καθιεται κυριος βασιλευς εις τον αιωνα

11 κυριος ισχυν τω λαω αυτου δωσει κυριος ευλογησει τον λαον αυτου εν ειρηνη

Scroll to see more.