Psalms 25

Studie

              |

1 του δαυιδ κρινον με κυριε οτι εγω εν ακακια μου επορευθην και επι τω κυριω ελπιζων ου μη ασθενησω

2 δοκιμασον με κυριε και πειρασον με πυρωσον τους νεφρους μου και την καρδιαν μου

3 οτι το ελεος σου κατεναντι των οφθαλμων μου εστιν και ευηρεστησα εν τη αληθεια σου

4 ουκ εκαθισα μετα συνεδριου ματαιοτητος και μετα παρανομουντων ου μη εισελθω

5 εμισησα εκκλησιαν πονηρευομενων και μετα ασεβων ου μη καθισω

6 νιψομαι εν αθωοις τας χειρας μου και κυκλωσω το θυσιαστηριον σου κυριε

7 του ακουσαι φωνην αινεσεως και διηγησασθαι παντα τα θαυμασια σου

8 κυριε ηγαπησα ευπρεπειαν οικου σου και τοπον σκηνωματος δοξης σου

9 μη συναπολεσης μετα ασεβων την ψυχην μου και μετα ανδρων αιματων την ζωην μου

10 ων εν χερσιν ανομιαι η δεξια αυτων επλησθη δωρων

11 εγω δε εν ακακια μου επορευθην λυτρωσαι με και ελεησον με

12 ο γαρ πους μου εστη εν ευθυτητι εν εκκλησιαις ευλογησω σε κυριε

Scroll to see more.