Psalms 24

Studie

           |

1 ψαλμος τω δαυιδ προς σε κυριε ηρα την ψυχην μου ο θεος μου

2 επι σοι πεποιθα μη καταισχυνθειην μηδε καταγελασατωσαν μου οι εχθροι μου

3 και γαρ παντες οι υπομενοντες σε ου μη καταισχυνθωσιν αισχυνθητωσαν παντες οι ανομουντες δια κενης

4 τας οδους σου κυριε γνωρισον μοι και τας τριβους σου διδαξον με

5 οδηγησον με επι την αληθειαν σου και διδαξον με οτι συ ει ο θεος ο σωτηρ μου και σε υπεμεινα ολην την ημεραν

6 μνησθητι των οικτιρμων σου κυριε και τα ελεη σου οτι απο του αιωνος εισιν

7 αμαρτιας νεοτητος μου και αγνοιας μου μη μνησθης κατα το ελεος σου μνησθητι μου συ ενεκα της χρηστοτητος σου κυριε

8 χρηστος και ευθης ο κυριος δια τουτο νομοθετησει αμαρτανοντας εν οδω

9 οδηγησει πραεις εν κρισει διδαξει πραεις οδους αυτου

10 πασαι αι οδοι κυριου ελεος και αληθεια τοις εκζητουσιν την διαθηκην αυτου και τα μαρτυρια αυτου

11 ενεκα του ονοματος σου κυριε και ιλαση τη αμαρτια μου πολλη γαρ εστιν

12 τις εστιν ανθρωπος ο φοβουμενος τον κυριον νομοθετησει αυτω εν οδω η ηρετισατο

13 η ψυχη αυτου εν αγαθοις αυλισθησεται και το σπερμα αυτου κληρονομησει γην

14 κραταιωμα κυριος των φοβουμενων αυτον και το ονομα κυριου των φοβουμενων αυτον και η διαθηκη αυτου του δηλωσαι αυτοις

15 οι οφθαλμοι μου δια παντος προς τον κυριον οτι αυτος εκσπασει εκ παγιδος τους ποδας μου

16 επιβλεψον επ' εμε και ελεησον με οτι μονογενης και πτωχος ειμι εγω

17 αι θλιψεις της καρδιας μου επλατυνθησαν εκ των αναγκων μου εξαγαγε με

18 ιδε την ταπεινωσιν μου και τον κοπον μου και αφες πασας τας αμαρτιας μου

19 ιδε τους εχθρους μου οτι επληθυνθησαν και μισος αδικον εμισησαν με

20 φυλαξον την ψυχην μου και ρυσαι με μη καταισχυνθειην οτι ηλπισα επι σε

21 ακακοι και ευθεις εκολλωντο μοι οτι υπεμεινα σε κυριε

22 λυτρωσαι ο θεος τον ισραηλ εκ πασων των θλιψεων αυτου

  
Scroll to see more.