Psalms 23

Studie

  

1 ψαλμος τω δαυιδ της μιας σαββατων του κυριου η γη και το πληρωμα αυτης η οικουμενη και παντες οι κατοικουντες εν αυτη

2 αυτος επι θαλασσων εθεμελιωσεν αυτην και επι ποταμων ητοιμασεν αυτην

3 τις αναβησεται εις το ορος του κυριου και τις στησεται εν τοπω αγιω αυτου

4 αθωος χερσιν και καθαρος τη καρδια ος ουκ ελαβεν επι ματαιω την ψυχην αυτου και ουκ ωμοσεν επι δολω τω πλησιον αυτου

5 ουτος λημψεται ευλογιαν παρα κυριου και ελεημοσυνην παρα θεου σωτηρος αυτου

6 αυτη η γενεα ζητουντων αυτον ζητουντων το προσωπον του θεου ιακωβ διαψαλμα

7 αρατε πυλας οι αρχοντες υμων και επαρθητε πυλαι αιωνιοι και εισελευσεται ο βασιλευς της δοξης

8 τις εστιν ουτος ο βασιλευς της δοξης κυριος κραταιος και δυνατος κυριος δυνατος εν πολεμω

9 αρατε πυλας οι αρχοντες υμων και επαρθητε πυλαι αιωνιοι και εισελευσεται ο βασιλευς της δοξης

10 τις εστιν ουτος ο βασιλευς της δοξης κυριος των δυναμεων αυτος εστιν ο βασιλευς της δοξης

Scroll to see more.