Psalms 22

Study

              |

1 ψαλμος τω δαυιδ κυριος ποιμαινει με και ουδεν με υστερησει

2 εις τοπον χλοης εκει με κατεσκηνωσεν επι υδατος αναπαυσεως εξεθρεψεν με

3 την ψυχην μου επεστρεψεν ωδηγησεν με επι τριβους δικαιοσυνης ενεκεν του ονοματος αυτου

4 εαν γαρ και πορευθω εν μεσω σκιας θανατου ου φοβηθησομαι κακα οτι συ μετ' εμου ει η ραβδος σου και η βακτηρια σου αυται με παρεκαλεσαν

5 ητοιμασας ενωπιον μου τραπεζαν εξ εναντιας των θλιβοντων με ελιπανας εν ελαιω την κεφαλην μου και το ποτηριον σου μεθυσκον ως κρατιστον

6 και το ελεος σου καταδιωξεται με πασας τας ημερας της ζωης μου και το κατοικειν με εν οικω κυριου εις μακροτητα ημερων

Scroll to see more.