Psalms 2

Study

              |

1 ινα τι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα

2 παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου διαψαλμα

3 διαρρηξωμεν τους δεσμους αυτων και απορριψωμεν αφ' ημων τον ζυγον αυτων

4 ο κατοικων εν ουρανοις εκγελασεται αυτους και ο κυριος εκμυκτηριει αυτους

5 τοτε λαλησει προς αυτους εν οργη αυτου και εν τω θυμω αυτου ταραξει αυτους

6 εγω δε κατεσταθην βασιλευς υπ' αυτου επι σιων ορος το αγιον αυτου

7 διαγγελλων το προσταγμα κυριου κυριος ειπεν προς με υιος μου ει συ εγω σημερον γεγεννηκα σε

8 αιτησαι παρ' εμου και δωσω σοι εθνη την κληρονομιαν σου και την κατασχεσιν σου τα περατα της γης

9 ποιμανεις αυτους εν ραβδω σιδηρα ως σκευος κεραμεως συντριψεις αυτους

10 και νυν βασιλεις συνετε παιδευθητε παντες οι κρινοντες την γην

11 δουλευσατε τω κυριω εν φοβω και αγαλλιασθε αυτω εν τρομω

12 δραξασθε παιδειας μηποτε οργισθη κυριος και απολεισθε εξ οδου δικαιας οταν εκκαυθη εν ταχει ο θυμος αυτου μακαριοι παντες οι πεποιθοτες επ' αυτω

Scroll to see more.