Psalms 19

Studie

              |

1 εις το τελος ψαλμος τω δαυιδ

2 επακουσαι σου κυριος εν ημερα θλιψεως υπερασπισαι σου το ονομα του θεου ιακωβ

3 εξαποστειλαι σοι βοηθειαν εξ αγιου και εκ σιων αντιλαβοιτο σου

4 μνησθειη πασης θυσιας σου και το ολοκαυτωμα σου πιανατω διαψαλμα

5 δωη σοι κατα την καρδιαν σου και πασαν την βουλην σου πληρωσαι

6 αγαλλιασομεθα εν τω σωτηριω σου και εν ονοματι θεου ημων μεγαλυνθησομεθα πληρωσαι κυριος παντα τα αιτηματα σου

7 νυν εγνων οτι εσωσεν κυριος τον χριστον αυτου επακουσεται αυτου εξ ουρανου αγιου αυτου εν δυναστειαις η σωτηρια της δεξιας αυτου

8 ουτοι εν αρμασιν και ουτοι εν ιπποις ημεις δε εν ονοματι κυριου θεου ημων μεγαλυνθησομεθα

9 αυτοι συνεποδισθησαν και επεσαν ημεις δε ανεστημεν και ανωρθωθημεν

10 κυριε σωσον τον βασιλεα σου και επακουσον ημων εν η αν ημερα επικαλεσωμεθα σε

Scroll to see more.