Psalms 11

Studie

              |

1 εις το τελος υπερ της ογδοης ψαλμος τω δαυιδ

2 σωσον με κυριε οτι εκλελοιπεν οσιος οτι ωλιγωθησαν αι αληθειαι απο των υιων των ανθρωπων

3 ματαια ελαλησεν εκαστος προς τον πλησιον αυτου χειλη δολια εν καρδια και εν καρδια ελαλησαν

4 εξολεθρευσαι κυριος παντα τα χειλη τα δολια και γλωσσαν μεγαλορημονα

5 τους ειποντας την γλωσσαν ημων μεγαλυνουμεν τα χειλη ημων παρ' ημων εστιν τις ημων κυριος εστιν

6 απο της ταλαιπωριας των πτωχων και απο του στεναγμου των πενητων νυν αναστησομαι λεγει κυριος θησομαι εν σωτηρια παρρησιασομαι εν αυτω

7 τα λογια κυριου λογια αγνα αργυριον πεπυρωμενον δοκιμιον τη γη κεκαθαρισμενον επταπλασιως

8 συ κυριε φυλαξεις ημας και διατηρησεις ημας απο της γενεας ταυτης και εις τον αιωνα

9 κυκλω οι ασεβεις περιπατουσιν κατα το υψος σου επολυωρησας τους υιους των ανθρωπων

Scroll to see more.