Psalms 1

Studie

  

1 μακαριος ανηρ ος ουκ επορευθη εν βουλη ασεβων και εν οδω αμαρτωλων ουκ εστη και επι καθεδραν λοιμων ουκ εκαθισεν

2 αλλ' η εν τω νομω κυριου το θελημα αυτου και εν τω νομω αυτου μελετησει ημερας και νυκτος

3 και εσται ως το ξυλον το πεφυτευμενον παρα τας διεξοδους των υδατων ο τον καρπον αυτου δωσει εν καιρω αυτου και το φυλλον αυτου ουκ απορρυησεται και παντα οσα αν ποιη κατευοδωθησεται

4 ουχ ουτως οι ασεβεις ουχ ουτως αλλ' η ως ο χνους ον εκριπτει ο ανεμος απο προσωπου της γης

5 δια τουτο ουκ αναστησονται ασεβεις εν κρισει ουδε αμαρτωλοι εν βουλη δικαιων

6 οτι γινωσκει κυριος οδον δικαιων και οδος ασεβων απολειται

Scroll to see more.