Psalm of Solomon 9

Greek OT: LXX [A] Unaccented

← Psalm of Solomon 8   Psalm of Solomon 10 →

1 εν τω απαχθηναι ισραηλ εν αποικεσια εις γην αλλοτριαν εν τω αποστηναι αυτους απο κυριου του λυτρωσαμενου αυτους απερριφησαν απο κληρονομιας ης εδωκεν αυτοις κυριος

2 εν παντι εθνει η διασπορα του ισραηλ κατα το ρημα του θεου ινα δικαιωθης ο θεος εν τη δικαιοσυνη σου εν ταις ανομιαις ημων οτι συ κριτης δικαιος επι παντας τους λαους της γης

3 ου γαρ κρυβησεται απο της γνωσεως σου πας ποιων αδικα και αι δικαιοσυναι των οσιων σου ενωπιον σου κυριε και που κρυβησεται ανθρωπος απο της γνωσεως σου ο θεος

4 τα εργα ημων εν εκλογη και εξουσια της ψυχης ημων του ποιησαι δικαιοσυνην και αδικιαν εν εργοις χειρων ημων και εν τη δικαιοσυνη σου επισκεπτη υιους ανθρωπων

5 ο ποιων δικαιοσυνην θησαυριζει ζωην αυτω παρα κυριω και ο ποιων αδικιαν αυτος αιτιος της ψυχης εν απωλεια τα γαρ κριματα κυριου εν δικαιοσυνη κατ' ανδρα και οικον

6 τινι χρηστευση ο θεος ει μη τοις επικαλουμενοις τον κυριον καθαριεις εν αμαρτιαις ψυχην εν εξομολογησει εν εξαγοριαις οτι αισχυνη ημιν και τοις προσωποις ημων περι απαντων

7 και τινι αφησεις αμαρτιας ει μη τοις ημαρτηκοσιν δικαιους ευλογησεις και ουκ ευθυνεις περι ων ημαρτοσαν και η χρηστοτης σου επι αμαρτανοντας εν μεταμελεια

8 και νυν συ ο θεος και ημεις λαος ον ηγαπησας ιδε και οικτιρησον ο θεος ισραηλ οτι σοι εσμεν και μη αποστησης ελεος σου αφ' ημων ινα μη επιθωνται ημιν

9 οτι συ ηρετισω το σπερμα αβρααμ παρα παντα τα εθνη και εθου το ονομα σου εφ' ημας κυριε και ουκ απωση εις τον αιωνα

10 εν διαθηκη διεθου τοις πατρασιν ημων περι ημων και ημεις ελπιουμεν επι σε εν επιστροφη ψυχης ημων

11 του κυριου η ελεημοσυνη επι οικον ισραηλ εις τον αιωνα και ετι πσσολ εν υμνοις τω σαλωμων

← Psalm of Solomon 8   Psalm of Solomon 10 →

Přeložit:
Sdílet: