Psalm of Solomon 8

Greek OT: LXX [A] Unaccented

← Psalm of Solomon 7   Psalm of Solomon 9 →

1 θλιψιν και φωνην πολεμου ηκουσεν το ους μου φωνην σαλπιγγος ηχουσης σφαγην και ολεθρον

2 φωνη λαου πολλου ως ανεμου πολλου σφοδρα ως καταιγις πυρος πολλου φερομενου δι' ερημου

3 και ειπα εν τη καρδια μου που αρα κρινει αυτον ο θεος

4 φωνην ηκουσα εις ιερουσαλημ πολιν αγιασματος

5 συνετριβη η οσφυς μου απο ακοης παρελυθη γονατα μου εφοβηθη η καρδια μου εταραχθη τα οστα μου ως λινον

6 ειπα κατευθυνουσιν οδους αυτων εν δικαιοσυνη

7 ανελογισαμην τα κριματα του θεου απο κτισεως ουρανου και γης εδικαιωσα τον θεον εν τοις κριμασιν αυτου τοις απ' αιωνος

8 ανεκαλυψεν ο θεος τας αμαρτιας αυτων εναντιον του ηλιου εγνω πασα η γη τα κριματα του θεου τα δικαια

9 εν καταγαιοις κρυφιοις αι παρανομιαι αυτων εν παροργισμω υιος μετα μητρος και πατηρ μετα θυγατρος συνεφυροντο

10 εμοιχωντο εκαστος την γυναικα του πλησιον αυτου συνεθεντο αυτοις συνθηκας μετα ορκου περι τουτων

11 τα αγια του θεου διηρπαζοσαν ως μη οντος κληρονομου λυτρουμενου

12 επατουσαν το θυσιαστηριον κυριου απο πασης ακαθαρσιας και εν αφεδρω αιματος εμιαναν τας θυσιας ως κρεα βεβηλα

13 ου παρελιπον αμαρτιαν ην ουκ εποιησαν υπερ τα εθνη

14 δια τουτο εκερασεν αυτοις ο θεος πνευμα πλανησεως εποτισεν αυτους ποτηριον οινου ακρατου εις μεθην

15 ηγαγεν τον απ' εσχατου της γης τον παιοντα κραταιως εκρινεν τον πολεμον επι ιερουσαλημ και την γην αυτης

16 απηντησαν αυτω οι αρχοντες της γης μετα χαρας ειπαν αυτω επευκτη η οδος σου δευτε εισελθατε μετ' ειρηνης

17 ωμαλισαν οδους τραχειας απο εισοδου αυτου ηνοιξαν πυλας επι ιερουσαλημ εστεφανωσαν τειχη αυτης

18 εισηλθεν ως πατηρ εις οικον υιων αυτου μετ' ειρηνης εστησεν τους ποδας αυτου μετα ασφαλειας πολλης

19 κατελαβετο τας πυργοβαρεις αυτης και το τειχος ιερουσαλημ οτι ο θεος ηγαγεν αυτον μετα ασφαλειας εν τη πλανησει αυτων

20 απωλεσεν αρχοντας αυτων και παν σοφον εν βουλη εξεχεεν το αιμα των οικουντων ιερουσαλημ ως υδωρ ακαθαρσιας

21 απηγαγεν τους υιους και τας θυγατερας αυτων α εγεννησαν εν βεβηλωσει

22 εποιησαν κατα τας ακαθαρσιας αυτων καθως οι πατερες αυτων εμιαναν ιερουσαλημ και τα ηγιασμενα τω ονοματι του θεου

23 εδικαιωθη ο θεος εν τοις κριμασιν αυτου εν τοις εθνεσιν της γης και οι οσιοι του θεου ως αρνια εν ακακια εν μεσω αυτων

24 αινετος κυριος ο κρινων πασαν την γην εν δικαιοσυνη αυτου

25 ιδου δη ο θεος εδειξας ημιν το κριμα σου εν τη δικαιοσυνη σου ειδοσαν οι οφθαλμοι ημων τα κριματα σου ο θεος

26 εδικαιωσαμεν το ονομα σου το εντιμον εις αιωνας οτι συ ο θεος της δικαιοσυνης κρινων τον ισραηλ εν παιδεια

27 επιστρεψον ο θεος το ελεος σου εφ' ημας και οικτιρησον ημας

28 συναγαγε την διασποραν ισραηλ μετα ελεους και χρηστοτητος οτι η πιστις σου μεθ' ημων

29 και ημεις εσκληρυναμεν τον τραχηλον ημων και συ παιδευτης ημων ει

30 μη υπεριδης ημας ο θεος ημων ινα μη καταπιωσιν ημας εθνη ως μη οντος λυτρουμενου

31 και συ ο θεος ημων απ' αρχης και επι σε η ελπις ημων κυριε

32 και ημεις ουκ αφεξομεθα σου οτι χρηστα τα κριματα σου εφ' ημας

33 ημιν και τοις τεκνοις ημων η ευδοκια εις τον αιωνα κυριε σωτηρ ημων ου σαλευθησομεθα ετι τον αιωνα χρονον

34 αινετος κυριος εν τοις κριμασιν αυτου εν στοματι οσιων και ευλογημενος ισραηλ υπο κυριου εις τον αιωνα πσσολ τω σαλωμων εις ελεγχον

← Psalm of Solomon 7   Psalm of Solomon 9 →

Přeložit:
Sdílet: