Psalm of Solomon 12

Greek OT: LXX [A] Unaccented

← Psalm of Solomon 11   Psalm of Solomon 13 →

1 κυριε ρυσαι την ψυχην μου απο ανδρος παρανομου και πονηρου απο γλωσσης παρανομου και ψιθυρου και λαλουσης ψευδη και δολια

2 εν ποικιλια στροφης οι λογοι της γλωσσης ανδρος πονηρου ωσπερ εν λαω πυρ αναπτον καλλονην αυτου

3 η παροικια αυτου εμπρησαι οικους εν γλωσση ψευδει εκκοψαι δενδρα ευφροσυνης φλογιζουσης παρανομους συγχεαι οικους εν πολεμω χειλεσιν ψιθυροις

4 μακρυναι ο θεος απο ακακων χειλη παρανομων εν απορια και σκορπισθειησαν οστα ψιθυρων απο φοβουμενων κυριον εν πυρι φλογος γλωσσα ψιθυρος απολοιτο απο οσιων

5 φυλαξαι κυριος ψυχην ησυχιον μισουσαν αδικους και κατευθυναι κυριος ανδρα ποιουντα ειρηνην εν οικω

6 του κυριου η σωτηρια επι ισραηλ παιδα αυτου εις τον αιωνα και απολοιντο οι αμαρτωλοι απο προσωπου κυριου απαξ και οσιοι κυριου κληρονομησαισαν επαγγελιας κυριου πσσολ τω σαλωμων ψαλμος παρακλησις των δικαιων

← Psalm of Solomon 11   Psalm of Solomon 13 →

Přeložit:
Sdílet: