Psalm of Solomon 11

           

1 σαλπισατε εν σιων εν σαλπιγγι σημασιας αγιων κηρυξατε εν ιερουσαλημ φωνην ευαγγελιζομενου οτι ηλεησεν ο θεος ισραηλ εν τη επισκοπη αυτων

2 στηθι ιερουσαλημ εφ' υψηλου και ιδε τα τεκνα σου απο ανατολων και δυσμων συνηγμενα εις απαξ υπο κυριου

3 απο βορρα ερχονται τη ευφροσυνη του θεου αυτων εκ νησων μακροθεν συνηγαγεν αυτους ο θεος

4 ορη υψηλα εταπεινωσεν εις ομαλισμον αυτοις οι βουνοι εφυγοσαν απο εισοδου αυτων

5 οι δρυμοι εσκιασαν αυτοις εν τη παροδω αυτων παν ξυλον ευωδιας ανετειλεν αυτοις ο θεος

6 ινα παρελθη ισραηλ εν επισκοπη δοξης θεου αυτων

7 ενδυσαι ιερουσαλημ τα ιματια της δοξης σου ετοιμασον την στολην του αγιασματος σου οτι ο θεος ελαλησεν αγαθα ισραηλ εις τον αιωνα και ετι

8 ποιησαι κυριος α ελαλησεν επι ισραηλ και ιερουσαλημ αναστησαι κυριος τον ισραηλ εν ονοματι δοξης αυτου

9 του κυριου το ελεος επι τον ισραηλ εις τον αιωνα και ετι πσσολ τω σαλωμων εν γλωσση παρανομων


Přeložit: