Psalm of Solomon 10

Greek OT: LXX [A] Unaccented

← Psalm of Solomon 9   Psalm of Solomon 11 →

1 μακαριος ανηρ ου ο κυριος εμνησθη εν ελεγμω και εκυκλωθη απο οδου πονηρας εν μαστιγι καθαρισθηναι απο αμαρτιας του μη πληθυναι

2 ο ετοιμαζων νωτον εις μαστιγας καθαρισθησεται χρηστος γαρ ο κυριος τοις υπομενουσιν παιδειαν

3 ορθωσει γαρ οδους δικαιων και ου διαστρεψει εν παιδεια και το ελεος κυριου επι τους αγαπωντας αυτον εν αληθεια

4 και μνησθησεται κυριος των δουλων αυτου εν ελεει η γαρ μαρτυρια εν νομω διαθηκης αιωνιου η μαρτυρια κυριου επι οδους ανθρωπων εν επισκοπη

5 δικαιος και οσιος ο κυριος ημων εν κριμασιν αυτου εις τον αιωνα και ισραηλ αινεσει τω ονοματι κυριου εν ευφροσυνη

6 και οσιοι εξομολογησονται εν εκκλησια λαου και πτωχους ελεησει ο θεος εν ευφροσυνη ισραηλ

7 οτι χρηστος και ελεημων ο θεος εις τον αιωνα και συναγωγαι ισραηλ δοξασουσιν το ονομα κυριου

8 του κυριου η σωτηρια επι οικον ισραηλ εις ευφροσυνην αιωνιον πσσολ τω σαλωμων εις προσδοκιαν

← Psalm of Solomon 9   Psalm of Solomon 11 →

Přeložit:
Sdílet: