Odes 9

           

1a προσευχη μαριας της θεοτοκου

46 μεγαλυνει η ψυχη μου τον κυριον

47 και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου

48 οτι επεβλεψεν επι την ταπεινωσιν της δουλης αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι

49 οτι εποιησεν μοι μεγαλεια ο δυνατος και αγιον το ονομα αυτου

50 και το ελεος αυτου εις γενεαν και γενεαν τοις φοβουμενοις αυτον

51 εποιησεν κρατος εν βραχιονι αυτου διεσκορπισεν υπερηφανους διανοια καρδιας αυτων

52 καθειλεν δυναστας απο θρονων και υψωσεν ταπεινους

53 πεινωντας ενεπλησεν αγαθων και πλουτουντας εξαπεστειλεν κενους

54 αντελαβετο ισραηλ παιδος αυτου μνησθηναι ελεους

55 καθως ελαλησεν προς τους πατερας ημων τω αβρααμ και τω σπερματι αυτου εως αιωνος

68t προσευχη ζαχαριου

68 ευλογητος κυριος ο θεος του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου

69 και ηγειρεν κερας σωτηριας ημιν εν τω οικω δαυιδ του παιδος αυτου

70 καθως ελαλησεν δια στοματος των αγιων των απ' αιωνος προφητων αυτου

71 σωτηριαν εξ εχθρων ημων και εκ χειρος παντων των μισουντων ημας

72 ποιησαι ελεος μετα των πατερων ημων και μνησθηναι διαθηκης αγιας αυτου

73 ορκον ον ωμοσεν προς αβρααμ τον πατερα ημων

74 του δουναι ημιν αφοβως εκ χειρος των εχθρων ημων ρυσθεντας

75 λατρευειν αυτω εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασας τας ημερας ημων

76 και συ δε παιδιον προφητης υψιστου κληθηση προπορευση γαρ προ προσωπου κυριου ετοιμασαι οδους αυτου

77 του δουναι γνωσιν σωτηριας τω λαω αυτου εν αφεσει αμαρτιων ημων

78 δια σπλαγχνα ελεους θεου ημων εν οις επεσκεψατο ημας ανατολη εξ υψους

79 επιφαναι τοις εν σκοτει και σκια θανατου καθημενοις του κατευθυναι τους ποδας ημων εις οδον ειρηνης

  


Přeložit: