Odes 3

Greek OT: LXX [A] Unaccented

← Odes 2   Odes 4 →

1a προσευχη αννας μητρος σαμουηλ

1 εστερεωθη η καρδια μου εν κυριω υψωθη κερας μου εν θεω μου επλατυνθη επ' εχθρους μου το στομα μου ηυφρανθην εν σωτηρια σου

2 οτι ουκ εστιν αγιος ως κυριος και ουκ εστιν δικαιος ως ο θεος ημων ουκ εστιν αγιος πλην σου

3 μη καυχασθε και μη λαλειτε υψηλα μηδε εξελθατω μεγαλορημοσυνη εκ του στοματος υμων οτι θεος γνωσεων κυριος και θεος ετοιμαζον επιτηδευματα αυτου

4 τοξον δυνατων ησθενησεν και ασθενουντες περιεζωσαντο δυναμιν

5 πληρεις αρτων ηλαττωθησαν και οι πεινωντες παρηκαν γην οτι στειρα ετεκεν επτα και η πολλη εν τεκνοις ησθενησεν

6 κυριος θανατοι και ζωογονει καταγει εις αδου και αναγει

7 κυριος πτωχιζει και πλουτιζει ταπεινοι και ανυψοι

8 ανιστα απο γης πενητα και απο κοπριας εγειρει πτωχον του καθισαι αυτον μετα δυναστων λαου και θρονον δοξης κατακληρονομων αυτοις

9 διδους ευχην τω ευχομενω και ευλογησεν ετη δικαιου οτι ουκ εν ισχυι δυνατος ανηρ

10 κυριος ασθενη ποιησει τον αντιδικον αυτου κυριος αγιος μη καυχασθω ο σοφος εν τη σοφια αυτου και μη καυχασθω ο δυνατος εν τη δυναμει αυτου και μη καυχασθω ο πλουσιος εν τω πλουτω αυτου αλλ' η εν τουτω καυχασθω ο καυχωμενος συνιειν και γινωσκειν τον κυριον και ποιειν κριμα και δικαιοσυνην εν μεσω της γης κυριος ανεβη εις ουρανους και εβροντησεν αυτος κρινει ακρα γης δικαιος ων και διδωσιν ισχυν τοις βασιλευσιν ημων και υψωσει κερας χριστου αυτου

← Odes 2   Odes 4 →

Přeložit:
Sdílet: