Odes 2

Greek OT: LXX [A] Unaccented

← Odes 1   Odes 3 →

1a ωδη μωυσεως εν τω δευτερονομιω

1 προσεχε ουρανε και λαλησω και ακουετω γη ρηματα εκ στοματος μου

2 προσδοκασθω ως υετος το αποφθεγμα μου και καταβητω ως δροσος τα ρηματα μου ωσει ομβρος επ' αγρωστιν και ωσει νιφετος επι χορτον

3 οτι ονομα κυριου εκαλεσα δοτε μεγαλωσυνην τω θεω ημων

4 θεος αληθινα τα εργα αυτου και πασαι αι οδοι αυτου κρισις θεος πιστος και ουκ εστιν αδικια δικαιος και οσιος κυριος

5 ημαρτοσαν ουκ αυτω τεκνα μωμητα γενεα σκολια και διεστραμμενη

6 ταυτα κυριω ανταποδιδοτε ουτω λαος μωρος και ουχι σοφος ουκ αυτος ουτος σου πατηρ εκτησατο σε και εποιησεν σε και εκτισεν σε

7 μνησθητε ημερας αιωνος συνετε ετη γενεας γενεων επερωτησον τον πατερα σου και αναγγελει σοι τους πρεσβυτερους σου και ερουσιν σοι

8 οτε διεμεριζεν ο υψιστος εθνη ως διεσπειρεν υιους αδαμ εστησεν ορια εθνων κατα αριθμον αγγελων θεου

9 και εγενηθη μερις κυριου λαος αυτου ιακωβ σχοινισμα κληρονομιας αυτου ισραηλ

10 αυταρκησεν αυτον εν τη ερημω εν διψει καυματος εν ανυδρω εκυκλωσεν αυτον και επαιδευσεν αυτον και διεφυλαξεν αυτον ως κορην οφθαλμου

11 ως αετος σκεπασαι νοσσιαν αυτου και επι τοις νεοσσοις αυτου επεποθησεν διεις τας πτερυγας αυτου εδεξατο αυτους και ανελαβεν αυτους επι των μεταφρενων αυτου

12 κυριος μονος ηγεν αυτους και ουκ ην μετ' αυτων θεος αλλοτριος

13 ανεβιβασεν αυτους επι την ισχυν της γης εψωμισεν αυτους γενηματα αγρων εθηλασαν μελι εκ πετρας και ελαιον εκ στερεας πετρας

14 βουτυρον βοων και γαλα προβατων μετα στεατος αρνων και κριων υιων ταυρων και τραγων μετα στεατος νεφρων πυρου και αιμα σταφυλης επιον οινον

15 και εφαγεν ιακωβ και ενεπλησθη και απελακτισεν ο ηγαπημενος ελιπανθη επαχυνθη επλατυνθη και εγκατελιπεν θεον τον ποιησαντα αυτον και απεστη απο θεου σωτηρος αυτου

16 παρωξυναν με επ' αλλοτριοις εν βδελυγμασιν αυτων εξεπικραναν με

17 εθυσαν δαιμονιοις και ου θεω θεοις οις ουκ ηδεισαν καινοι και προσφατοι ηκασιν ους ουκ ηδεισαν οι πατερες αυτων

18 θεον τον γεννησαντα σε εγκατελιπες και επελαθου θεου του τρεφοντος σε

19 και ειδεν κυριος και εζηλωσεν και παρωξυνθη δι' οργην υιων αυτου και θυγατερων

20 και ειπεν αποστρεψω το προσωπον μου απ' αυτων και δειξω τι εσται αυτοις επ' εσχατων οτι γενεα εξεστραμμενη εστιν υιοι οις ουκ εστιν πιστις εν αυτοις

21 αυτοι παρεζηλωσαν με επ' ου θεω παρωργισαν με εν τοις ειδωλοις αυτων καγω παραζηλωσω αυτους επ' ουκ εθνει επ' εθνει ασυνετω παροργιω αυτους

22 οτι πυρ εκκεκαυται εκ του θυμου μου καυθησεται εως αδου κατω καταφαγεται γην και τα γενηματα αυτης φλεξει θεμελια ορεων

23 συναξω εις αυτους κακα και τα βελη μου συντελεσω εις αυτους

24 τηκομενοι λιμω και βρωσει ορνεων και οπισθοτονος ανιατος οδοντας θηριων εξαποστελω εις αυτους μετα θυμου συροντων επι γης

25 εξωθεν ατεκνωσει αυτους μαχαιρα και εκ των ταμιειων φοβος νεανισκος συν παρθενω θηλαζων μετα καθεστηκοτος πρεσβυτερου

26 ειπα διασπερω αυτους παυσω δη εξ ανθρωπων το μνημοσυνον αυτων

27 ει μη δι' οργην εχθρων ινα μη μακροχρονισωσιν και ινα μη συνεπιθωνται οι υπεναντιοι μη ειπωσιν η χειρ ημων υψηλη και ουχι κυριος εποιησεν ταυτα παντα

28 οτι εθνος απολωλεκος βουλην εστιν και ουκ εστιν εν αυτοις επιστημη

29 ουκ εφρονησαν συνιεναι ταυτα καταδεξασθωσαν εις τον επιοντα χρονον

30 πως διωξεται εις χιλιους και δυο μετακινησουσιν μυριαδας ει μη ο θεος απεδοτο αυτους και ο κυριος παρεδωκεν αυτους

31 ου γαρ εισιν οι θεοι αυτων ως ο θεος ημων οι δε εχθροι ημων ανοητοι

32 εκ γαρ αμπελου σοδομων η αμπελος αυτων και η κληματις αυτων εκ γομορρας η σταφυλη αυτων σταφυλη χολης βοτρυς πικριας αυτοις

33 θυμος δρακοντων ο οινος αυτων και θυμος ασπιδων ανιατος

34 ουκ ιδου ταυτα παντα συνηκται παρ' εμοι και εσφραγισται εν τοις θησαυροις μου

35 εν ημερα εκδικησεως ανταποδωσω εν καιρω οταν σφαλη ο πους αυτων οτι εγγυς ημερα απωλειας αυτων και παρεστιν ετοιμα υμιν

36 οτι κρινει κυριος τον λαον αυτου και επι τοις δουλοις αυτου παρακληθησεται ειδεν γαρ αυτους παραλελυμενους και εκλελοιποτας εν επαγωγη και παρειμενους

37 και ειπεν κυριος που εισιν οι θεοι αυτων εφ' οις επεποιθεισαν επ' αυτοις

38 ων το στεαρ των θυσιων αυτων ησθιετε και επινετε τον οινον των σπονδων αυτων αναστητωσαν και βοηθησατωσαν υμιν και γενηθητωσαν υμιν σκεπασται

39 ιδετε ιδετε οτι εγω ειμι και ουκ εστιν θεος πλην εμου εγω αποκτενω και ζην ποιησω παταξω καγω ιασομαι και ουκ εστιν ος εξελειται εκ των χειρων μου

40 οτι αρω εις τον ουρανον την χειρα μου και ομουμαι τη δεξια μου και ερω ζω εγω εις τον αιωνα

41 οτι παροξυνω ως αστραπην την μαχαιραν μου και ανθεξεται κριματος η χειρ μου και ανταποδωσω δικην τοις εχθροις και τοις μισουσιν με ανταποδωσω

42 μεθυσω τα βελη μου αφ' αιματος και η μαχαιρα μου καταφαγεται κρεα αφ' αιματος τραυματιων και αιχμαλωσιας απο κεφαλης αρχοντων εθνων

43 ευφρανθητε ουρανοι αμα αυτω και προσκυνησατωσαν αυτω παντες οι αγγελοι θεου ευφρανθητε εθνη μετα του λαου αυτου και ενισχυσατωσαν αυτω παντες υιοι θεου οτι το αιμα των υιων αυτου εκδικειται και εκδικησει και ανταποδωσει δικην τοις εχθροις και τοις μισουσιν ανταποδωσει και εκκαθαριει κυριος την γην του λαου αυτου

← Odes 1   Odes 3 →

Přeložit:
Sdílet: