Odes 14

Greek OT: LXX [A] Unaccented

← Odes 13  

1a υμνος εωθινος

1 δοξα εν υψιστοις θεω

2 και επι γης ειρηνη

3 εν ανθρωποις ευδοκια

4 αινουμεν σε

5 ευλογουμεν σε

6 προσκυνουμεν σε

7 δοξολογουμεν σε

8 ευχαριστουμεν σοι

9 δια την μεγαλην σου δοξαν

10 κυριε βασιλευ

11 επουρανιε

12 θεε πατηρ παντοκρατωρ

13 κυριε υιε μονογενη

14 ιησου χριστε

15 και αγιον πνευμα

16 κυριε ο θεος

17 ο αμνος του θεου

18 ο υιος του πατρος

19 ο αιρων τας αμαρτιας του κοσμου

20 ελεησον ημας

21 ο αιρων τας αμαρτιας του κοσμου

22 προσδεξαι την δεησιν ημων

23 ο καθημενος εν δεξια του πατρος

24 ελεησον ημας

25 οτι συ ει μονος αγιος

26 συ ει μονος κυριος

27 ιησους χριστος

28 εις δοξαν θεου πατρος αμην

29 καθ' εκαστην ημεραν ευλογησω σε

30 και αινεσω το ονομα σου εις τον αιωνα

31 και εις τον αιωνα του αιωνος

32 καταξιωσον κυριε και την ημεραν ταυτην

33 αναμαρτητους φυλαχθηναι ημας

34 ευλογητος ει κυριε ο θεος των πατερων ημων

35 και αινετον και δεδοξασμενον το ονομα σου εις τους αιωνας αμην

36 ευλογητος ει κυριε διδαξον με τα δικαιωματα σου

37 ευλογητος ει κυριε διδαξον με τα δικαιωματα σου

38 ευλογητος ει κυριε διδαξον με τα δικαιωματα σου

39 κυριε καταφυγη εγενηθης ημιν εν γενεα και γενεα

40 εγω ειπα κυριε ελεησον με

41 ιασαι την ψυχην μου οτι ημαρτον σοι

42 κυριε προς σε κατεφυγα

43 διδαξον με του ποιειν το θελημα σου οτι συ ει ο θεος μου

44 οτι παρα σοι πηγη ζωης

45 εν τω φωτι σου οψομεθα φως

46 παρατεινον το ελεος σου τοις γινωσκουσιν σε

← Odes 13  

Přeložit:
Sdílet: