Odes 11

Greek OT: LXX [A] Unaccented

← Odes 10   Odes 12 →

1a προσευχη εζεκιου

10 εγω ειπα εν τω υψει των ημερων μου πορευσομαι εν πυλαις αδου καταλειψω τα ετη τα επιλοιπα

11 ειπα ουκετι ου μη ιδω το σωτηριον του θεου επι της γης ου μη ιδω ανθρωπον μετα κατοικουντων

12 εξελιπον εκ της συγγενειας μου κατελιπον το λοιπον της ζωης μου εξηλθεν και απηλθεν απ' εμου ωσπερ ο καταλυων σκηνην πηξας το πνευμα μου παρ' εμοι εγενετο ως ιστος εριθου εγγιζουσης εκτεμειν

13 εν τη ημερα εκεινη παρεδοθην εως πρωι ως λεοντι ουτως συνετριψεν παντα τα οστα μου απο γαρ της ημερας εως της νυκτος παρεδοθην

14 ως χελιδων ουτω φωνησω και ως περιστερα ουτω μελετησω εξελιπον γαρ οι οφθαλμοι μου του βλεπειν εις το υψος του ουρανου προς τον κυριον

15 ος εξειλατο με και αφειλατο μου την οδυνην της ψυχης

16 κυριε περι αυτης γαρ ανηγγελη σοι και εξηγειρας μου την πνοην και παρακληθεις εζησα

17 ειλου γαρ μου την ψυχην ινα μη αποληται και απερριψας οπισω μου πασας τας αμαρτιας μου

18 ου γαρ οι εν αδου αινεσουσιν σε ουδε οι αποθανοντες ευλογησουσιν σε ουδε ελπιουσιν οι εν αδου την ελεημοσυνην σου

19 οι ζωντες ευλογησουσιν σε ον τροπον καγω απο γαρ της σημερον παιδια ποιησω α αναγγελουσιν την δικαιοσυνην σου κυριε της σωτηριας μου

20 και ου παυσομαι ευλογων σε μετα ψαλτηριου πασας τας ημερας της ζωης μου κατεναντι του οικου του θεου

← Odes 10   Odes 12 →

Přeložit:
Sdílet: