Odes 10

Greek OT: LXX [A] Unaccented

← Odes 9   Odes 11 →

1a ωδη ησαιου

1 ασω δη τω ηγαπημενω ασμα του αγαπητου τω αμπελωνι μου αμπελων εγενετο τω ηγαπημενω εν κερατι εν τοπω πιονι

2 και φραγμον περιεθηκα και εφυτευσα αμπελον εν σωρηκ και ωκοδομησα πυργον εν μεσω αυτης και προληνιον ωρυξα εν αυτω και εμεινα του ποιησαι σταφυλην εποιησεν δε ακανθας

3 και νυν ανθρωπος του ιουδα και οι ενοικουντες εν ιερουσαλημ κρινατε εν εμοι και ανα μεσον του αμπελωνος μου

4 τι ποιησω τω αμπελωνι μου ετι και ουκ εποιησα αυτω διοτι εμεινα ινα ποιηση σταφυλην εποιησεν δε ακανθας

5 νυν δε αναγγελω υμιν τι ποιησω τω αμπελωνι μου αφελω τον φραγμον αυτου και εσται εις διαρπαγην και καθελω τον τοιχον αυτου και εσται εις καταπατημα

6 και ανησω τον αμπελωνα μου και ου μη τμηθη ουδε μη σκαφη και αναβησεται εις αυτον ωσει εις χερσον ακανθαι και ταις νεφελαις εντελουμαι του μη βρεξαι εις αυτον υετον

7 ο γαρ αμπελων κυριου σαβαωθ οικος ισραηλ εστιν και ανθρωπος του ιουδα νεοφυτον ηγαπημενον και εμεινα του ποιησαι κρισιν εποιησεν δε ανομιαν και ου δικαιοσυνην αλλα κραυγην

8 ουαι οι συναπτοντες οικιαν προς οικιαν και αγρον προς αγρον εγγιζοντες ινα του πλησιον αφελωνται μη οικησετε μονοι επι της γης

9 ηκουσθη γαρ ταυτα παντα εις τα ωτα κυριου σαβαωθ

← Odes 9   Odes 11 →

Přeložit:
Sdílet: