Odes 1

Study

             

1a ωδη μωυσεως εν τη εξοδω

1 ασωμεν τω κυριω ενδοξως γαρ δεδοξασται ιππον και αναβατην ερριψεν εις θαλασσαν

2 βοηθος και σκεπαστης εγενετο μοι εις σωτηριαν ουτος μου θεος και δοξασω αυτον θεος του πατρος μου και υψωσω αυτον

3 κυριος συντριβων πολεμους κυριος ονομα αυτω

4 αρματα φαραω και την δυναμιν αυτου ερριψεν εις θαλασσαν επιλεκτους αναβατας τριστατας κατεποντισεν εν ερυθρα θαλασση

5 ποντω εκαλυψεν αυτους κατεδυσαν εις βυθον ωσει λιθος

6 η δεξια σου κυριε δεδοξασται εν ισχυι η δεξια σου χειρ κυριε εθραυσεν εχθρους

7 και τω πληθει της δοξης σου συνετριψας τους υπεναντιους απεστειλας την οργην σου και κατεφαγεν αυτους ως καλαμην

8 και δια πνευματος του θυμου σου διεστη το υδωρ επαγη ωσει τειχος τα υδατα επαγη τα κυματα εν μεσω της θαλασσης

9 ειπεν ο εχθρος διωξας καταλημψομαι μεριω σκυλα εμπλησω ψυχην μου ανελω τη μαχαιρη μου κυριευσει η χειρ μου

10 απεστειλας το πνευμα σου εκαλυψεν αυτους θαλασσα εδυσαν ωσει μολιβος εν υδατι σφοδρω

11 τις ομοιος σοι εν θεοις κυριε τις ομοιος σοι δεδοξασμενος εν αγιοις θαυμαστος εν δοξαις ποιων τερατα

12 εξετεινας την δεξιαν σου και κατεπιεν αυτους η γη

13 ωδηγησας τη δικαιοσυνη σου τον λαον σου τουτον ον ελυτρωσω παρεκαλεσας τη ισχυι σου εις καταλυμα αγιον σου

14 ηκουσαν εθνη και ωργισθησαν ωδινες ελαβον κατοικουντας φυλιστιιμ

15 τοτε εσπευσαν ηγεμονες εδωμ και αρχοντες μωαβιτων ελαβεν αυτους τρομος ετακησαν παντες οι κατοικουντες χανααν

16 επιπεσοι επ' αυτους φοβος και τρομος μεγεθει βραχιονος σου απολιθωθητωσαν εως αν παρελθη ο λαος σου κυριε εως αν παρελθη ο λαος σου ουτος ον εκτησω

17 εισαγαγων καταφυτευσον αυτους εις ορος κληρονομιας σου εις ετοιμον κατοικητηριον σου ο κατειργασω κυριε αγιασμα κυριε ο ητοιμασαν αι χειρες σου

18 κυριος βασιλευων τον αιωνα και επ' αιωνα και ετι

19 οτι εισηλθεν ιππος φαραω συν αρμασιν και αναβαταις εις θαλασσαν και επηγαγεν επ' αυτους κυριος το υδωρ της θαλασσης οι δε υιοι ισραηλ επορευθησαν δια ξηρας εν μεσω της θαλασσης