Numbers 9

Studovat vnitřní smysl
← Numbers 8   Numbers 10 →         

1 και ελαλησεν κυριος προς μωυσην εν τη ερημω σινα εν τω ετει τω δευτερω εξελθοντων αυτων εκ γης αιγυπτου εν τω μηνι τω πρωτω λεγων

2 ειπον και ποιειτωσαν οι υιοι ισραηλ το πασχα καθ' ωραν αυτου

3 τη τεσσαρεσκαιδεκατη ημερα του μηνος του πρωτου προς εσπεραν ποιησεις αυτο κατα καιρους κατα τον νομον αυτου και κατα την συγκρισιν αυτου ποιησεις αυτο

4 και ελαλησεν μωυσης τοις υιοις ισραηλ ποιησαι το πασχα

5 εναρχομενου τη τεσσαρεσκαιδεκατη ημερα του μηνος εν τη ερημω του σινα καθα συνεταξεν κυριος τω μωυση ουτως εποιησαν οι υιοι ισραηλ

6 και παρεγενοντο οι ανδρες οι ησαν ακαθαρτοι επι ψυχη ανθρωπου και ουκ ηδυναντο ποιησαι το πασχα εν τη ημερα εκεινη και προσηλθον εναντιον μωυση και ααρων εν εκεινη τη ημερα

7 και ειπαν οι ανδρες εκεινοι προς αυτον ημεις ακαθαρτοι επι ψυχη ανθρωπου μη ουν υστερησωμεν προσενεγκαι το δωρον κυριω κατα καιρον αυτου εν μεσω υιων ισραηλ

8 και ειπεν προς αυτους μωυσης στητε αυτου και ακουσομαι τι εντελειται κυριος περι υμων

9 και ελαλησεν κυριος προς μωυσην λεγων

10 λαλησον τοις υιοις ισραηλ λεγων ανθρωπος ανθρωπος ος εαν γενηται ακαθαρτος επι ψυχη ανθρωπου η εν οδω μακραν υμιν η εν ταις γενεαις υμων και ποιησει το πασχα κυριω

11 εν τω μηνι τω δευτερω εν τη τεσσαρεσκαιδεκατη ημερα το προς εσπεραν ποιησουσιν αυτο επ' αζυμων και πικριδων φαγονται αυτο

12 ου καταλειψουσιν απ' αυτου εις το πρωι και οστουν ου συντριψουσιν απ' αυτου κατα τον νομον του πασχα ποιησουσιν αυτο

13 και ανθρωπος ος εαν καθαρος η και εν οδω μακρα ουκ εστιν και υστερηση ποιησαι το πασχα εξολεθρευθησεται η ψυχη εκεινη εκ του λαου αυτης οτι το δωρον κυριω ου προσηνεγκεν κατα τον καιρον αυτου αμαρτιαν αυτου λημψεται ο ανθρωπος εκεινος

14 εαν δε προσελθη προς υμας προσηλυτος εν τη γη υμων και ποιησει το πασχα κυριω κατα τον νομον του πασχα και κατα την συνταξιν αυτου ποιησει αυτο νομος εις εσται υμιν και τω προσηλυτω και τω αυτοχθονι της γης

15 και τη ημερα η εσταθη η σκηνη εκαλυψεν η νεφελη την σκηνην τον οικον του μαρτυριου και το εσπερας ην επι της σκηνης ως ειδος πυρος εως πρωι

16 ουτως εγινετο δια παντος η νεφελη εκαλυπτεν αυτην ημερας και ειδος πυρος την νυκτα

17 και ηνικα ανεβη η νεφελη απο της σκηνης και μετα ταυτα απηραν οι υιοι ισραηλ και εν τω τοπω ου αν εστη η νεφελη εκει παρενεβαλον οι υιοι ισραηλ

18 δια προσταγματος κυριου παρεμβαλουσιν οι υιοι ισραηλ και δια προσταγματος κυριου απαρουσιν πασας τας ημερας εν αις σκιαζει η νεφελη επι της σκηνης παρεμβαλουσιν οι υιοι ισραηλ

19 και οταν εφελκηται η νεφελη επι της σκηνης ημερας πλειους και φυλαξονται οι υιοι ισραηλ την φυλακην του θεου και ου μη εξαρωσιν

20 και εσται οταν σκεπαση η νεφελη ημερας αριθμω επι της σκηνης δια φωνης κυριου παρεμβαλουσιν και δια προσταγματος κυριου απαρουσιν

21 και εσται οταν γενηται η νεφελη αφ' εσπερας εως πρωι και αναβη η νεφελη το πρωι και απαρουσιν ημερας η νυκτος

22 μηνος ημερας πλεοναζουσης της νεφελης σκιαζουσης επ' αυτης παρεμβαλουσιν οι υιοι ισραηλ και ου μη απαρωσιν

23 οτι δια προσταγματος κυριου απαρουσιν την φυλακην κυριου εφυλαξαντο δια προσταγματος κυριου εν χειρι μωυση

← Numbers 8   Numbers 10 →
   Studovat vnitřní smysl

Explanation of Numbers 9      

Napsal(a) Henry MacLagan

Verses 1-5. On the conjunction and appropriation of good and truth with man in a state of obscurity, when faith is in its prime and is sanctified by love, on account of deliverance from evil and falsity.

Verses 6-12. On the cause of non-conjunction and non-appropriation, and the remedy.

Verses 13-14. The consequence of neglect; and provision for those in the external church.

Verses 15-23. Concerning revelation from the Lord by the Word; and also concerning states of progress and of rest according to the Word.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 2405, 3812, 4236, 4444, 7900, 8006, 8013, ...

Apocalypse Revealed 862

Doctrine of Life 59

True Christian Religion 284


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 504, 522, 594, 799

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 12:1, 8, 10, 11, 46, 48, 49, 50, 13:21, 17:1, 30:33, 38, 40:34, 35, 38

Leviticus 24:12, 15

Numbers 1:1, 54, 8:20, 10:11, 13, 34, 14:14, 15:30, 31, 17:7, 19:11, 13, 14, 16, 20, 27:2, 5

2 Chronicles 30:2, 13, 17, 18

Ezra 6:21

John 18:28, 19:36

Revelation 15:5

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...


Přeložit: