Numbers 6

Studovat vnitřní smysl
← Numbers 5   Numbers 7 →         

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους ανηρ η γυνη ος εαν μεγαλως ευξηται ευχην αφαγνισασθαι αγνειαν κυριω

3 απο οινου και σικερα αγνισθησεται απο οινου και οξος εξ οινου και οξος εκ σικερα ου πιεται και οσα κατεργαζεται εκ σταφυλης ου πιεται και σταφυλην προσφατον και σταφιδα ου φαγεται

4 πασας τας ημερας της ευχης αυτου απο παντων οσα γινεται εξ αμπελου οινον απο στεμφυλων εως γιγαρτου ου φαγεται

5 πασας τας ημερας της ευχης του αγνισμου ξυρον ουκ επελευσεται επι την κεφαλην αυτου εως αν πληρωθωσιν αι ημεραι οσας ηυξατο κυριω αγιος εσται τρεφων κομην τριχα κεφαλης

6 πασας τας ημερας της ευχης κυριω επι παση ψυχη τετελευτηκυια ουκ εισελευσεται

7 επι πατρι και επι μητρι και επ' αδελφω και επ' αδελφη ου μιανθησεται επ' αυτοις αποθανοντων αυτων οτι ευχη θεου αυτου επ' αυτω επι κεφαλης αυτου

8 πασας τας ημερας της ευχης αυτου αγιος εσται κυριω

9 εαν δε τις αποθανη εξαπινα επ' αυτω παραχρημα μιανθησεται η κεφαλη ευχης αυτου και ξυρησεται την κεφαλην αυτου η αν ημερα καθαρισθη τη ημερα τη εβδομη ξυρηθησεται

10 και τη ημερα τη ογδοη οισει δυο τρυγονας η δυο νεοσσους περιστερων προς τον ιερεα επι τας θυρας της σκηνης του μαρτυριου

11 και ποιησει ο ιερευς μιαν περι αμαρτιας και μιαν εις ολοκαυτωμα και εξιλασεται περι αυτου ο ιερευς περι ων ημαρτεν περι της ψυχης και αγιασει την κεφαλην αυτου εν εκεινη τη ημερα

12 η ηγιασθη κυριω τας ημερας της ευχης και προσαξει αμνον ενιαυσιον εις πλημμελειαν και αι ημεραι αι προτεραι αλογοι εσονται οτι εμιανθη κεφαλη ευχης αυτου

13 και ουτος ο νομος του ευξαμενου η αν ημερα πληρωση ημερας ευχης αυτου προσοισει αυτος παρα τας θυρας της σκηνης του μαρτυριου

14 και προσαξει το δωρον αυτου κυριω αμνον ενιαυσιον αμωμον ενα εις ολοκαυτωσιν και αμναδα ενιαυσιαν αμωμον μιαν εις αμαρτιαν και κριον ενα αμωμον εις σωτηριον

15 και κανουν αζυμων σεμιδαλεως αρτους αναπεποιημενους εν ελαιω και λαγανα αζυμα κεχρισμενα εν ελαιω και θυσια αυτων και σπονδη αυτων

16 και προσοισει ο ιερευς εναντι κυριου και ποιησει το περι αμαρτιας αυτου και το ολοκαυτωμα αυτου

17 και τον κριον ποιησει θυσιαν σωτηριου κυριω επι τω κανω των αζυμων και ποιησει ο ιερευς την θυσιαν αυτου και την σπονδην αυτου

18 και ξυρησεται ο ηυγμενος παρα τας θυρας της σκηνης του μαρτυριου την κεφαλην της ευχης αυτου και επιθησει τας τριχας επι το πυρ ο εστιν υπο την θυσιαν του σωτηριου

19 και λημψεται ο ιερευς τον βραχιονα εφθον απο του κριου και αρτον ενα αζυμον απο του κανου και λαγανον αζυμον εν και επιθησει επι τας χειρας του ηυγμενου μετα το ξυρησασθαι αυτον την ευχην αυτου

20 και προσοισει αυτα ο ιερευς επιθεμα εναντι κυριου αγιον εσται τω ιερει επι του στηθυνιου του επιθεματος και επι του βραχιονος του αφαιρεματος και μετα ταυτα πιεται ο ηυγμενος οινον

21 ουτος ο νομος του ευξαμενου ος αν ευξηται κυριω δωρον αυτου κυριω περι της ευχης χωρις ων αν ευρη η χειρ αυτου κατα δυναμιν της ευχης αυτου ην αν ευξηται κατα νομον αγνειας

22 και ελαλησεν κυριος προς μωυσην λεγων

23 λαλησον ααρων και τοις υιοις αυτου λεγων ουτως ευλογησετε τους υιους ισραηλ λεγοντες αυτοις και επιθησουσιν το ονομα μου επι τους υιους ισραηλ και εγω κυριος ευλογησω αυτους

24 ευλογησαι σε κυριος και φυλαξαι σε

25 επιφαναι κυριος το προσωπον αυτου επι σε και ελεησαι σε

26 επαραι κυριος το προσωπον αυτου επι σε και δωη σοι ειρηνην

← Numbers 5   Numbers 7 →
   Studovat vnitřní smysl

Explanation of Numbers 6      

Napsal(a) Henry MacLagan

Verses 1-5. The character of the celestial man is described, namely, that he is unwilling to investigate spiritual or celestial truths during his-regeneration, because he is distinguished from the man of the Spiritual Church, and cannot appropriate truths for the sake of being led into good; and in him ultimate truths are not separated from good, he is in good and truth conjoined, and he acts from good by truth, through the immediate perception of truth.

Verses 6-12. Concerning the regeneration of the celestial man, his purification from evil, his devotion to the Lord, the reconciliation of his external man with his internal, and the state of innocence he acquires.

Verses 13-21. Concerning the state of the celestial man made perfect by regeneration.

Verses 22-27. And, lastly, concerning the conjunction of the celestial with the spiritual heavens.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 10044, 10137


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 222, 358, 870, 2009, 2177, 2187, 2342, ...

Apocalypse Revealed 47, 306, 417, 778, 939

Doctrine of the Lord 9

Doctrine of the Sacred Scripture 49

Heaven and Hell 287

True Christian Religion 223, 288, 506


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 66, 186, 340, 365, 376, 412, 918

Jiný komentář

  Příběhy:


  Duchovní témata:


  Biblická studia:  (see all)



Skočit na podobné biblické verše

Genesis 43:29

Exodus 29:27, 28

Leviticus 1:10, 3:6, 5:7, 7:12, 32, 34, 9:22, 10:9, 21:10, 12

Numbers 15:3, 7, 19:11, 14, 16, 23:20, 30:3

Judges 13:4, 14, 16:17

Ruth 2:4

1 Samuel 1:27, 28

1 Chronicles 23:13

2 Chronicles 7:14, 30:27

Psalms 4:7, 115:12, 119:135, 121:7

Isaiah 26:12

Daniel 9:17, 18, 19

Amos 2:12

Luke 1:15

John 14:27, 16:33, 20:19

Acts of the Apostles 21:23, 24, 26

2 Thessalonians 3:16

3 John 1:15

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Memory Verse: Blessings from the Lord
Activity | Ages 4 - 14

 Quotes: Blessings from the Lord
Teaching Support | Ages over 15

 Rays of Blessings from the Lord
Project | Ages 7 - 14

 The Lord Bless Thee
Worship Talk | Ages over 18

 The Lord Bless You and Keep You
Illustrated poster: "The Lord bless you and keep you; the Lord make His face shine upon you and be gracious to you; the Lord lift up His countenance upon you, and give you peace" from Numbers 6:26.
Picture | Ages over 7

 The Lord Make His Face to Shine upon You
Try one of three variations of a project based on this beautiful passage from the Word: "The Lord bless you and keep you; the Lord make His face to shine upon you, and be gracious to you; the Lord lift up His countenance upon you, and give you peace" (Numbers 6: 24-26). 
Activity | Ages 4 - 10


Přeložit: