Numbers 5

Studovat vnitřní smysl
← Numbers 4   Numbers 6 →         

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 προσταξον τοις υιοις ισραηλ και εξαποστειλατωσαν εκ της παρεμβολης παντα λεπρον και παντα γονορρυη και παντα ακαθαρτον επι ψυχη

3 απο αρσενικου εως θηλυκου εξαποστειλατε εξω της παρεμβολης και ου μη μιανουσιν τας παρεμβολας αυτων εν οις εγω καταγινομαι εν αυτοις

4 και εποιησαν ουτως οι υιοι ισραηλ και εξαπεστειλαν αυτους εξω της παρεμβολης καθα ελαλησεν κυριος τω μωυση ουτως εποιησαν οι υιοι ισραηλ

5 και ελαλησεν κυριος προς μωυσην λεγων

6 λαλησον τοις υιοις ισραηλ λεγων ανηρ η γυνη οστις εαν ποιηση απο των αμαρτιων των ανθρωπινων και παριδων παριδη και πλημμεληση η ψυχη εκεινη

7 εξαγορευσει την αμαρτιαν ην εποιησεν και αποδωσει την πλημμελειαν το κεφαλαιον και το επιπεμπτον αυτου προσθησει επ' αυτο και αποδωσει τινι επλημμελησεν αυτω

8 εαν δε μη η τω ανθρωπω ο αγχιστευων ωστε αποδουναι αυτω το πλημμελημα προς αυτον το πλημμελημα το αποδιδομενον κυριω τω ιερει εσται πλην του κριου του ιλασμου δι' ου εξιλασεται εν αυτω περι αυτου

9 και πασα απαρχη κατα παντα τα αγιαζομενα εν υιοις ισραηλ οσα αν προσφερωσιν τω κυριω τω ιερει αυτω εσται

10 και εκαστου τα ηγιασμενα αυτου εσται ανηρ ος εαν δω τω ιερει αυτω εσται

11 και ελαλησεν κυριος προς μωυσην λεγων

12 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους ανδρος ανδρος εαν παραβη η γυνη αυτου και παριδη αυτον υπεριδουσα

13 και κοιμηθη τις μετ' αυτης κοιτην σπερματος και λαθη εξ οφθαλμων του ανδρος αυτης και κρυψη αυτη δε η μεμιαμμενη και μαρτυς μη ην μετ' αυτης και αυτη μη η συνειλημμενη

14 και επελθη αυτω πνευμα ζηλωσεως και ζηλωση την γυναικα αυτου αυτη δε μεμιανται η επελθη αυτω πνευμα ζηλωσεως και ζηλωση την γυναικα αυτου αυτη δε μη η μεμιαμμενη

15 και αξει ο ανθρωπος την γυναικα αυτου προς τον ιερεα και προσοισει το δωρον περι αυτης το δεκατον του οιφι αλευρον κριθινον ουκ επιχεει επ' αυτο ελαιον ουδε επιθησει επ' αυτο λιβανον εστιν γαρ θυσια ζηλοτυπιας θυσια μνημοσυνου αναμιμνησκουσα αμαρτιαν

16 και προσαξει αυτην ο ιερευς και στησει αυτην εναντι κυριου

17 και λημψεται ο ιερευς υδωρ καθαρον ζων εν αγγειω οστρακινω και της γης της ουσης επι του εδαφους της σκηνης του μαρτυριου και λαβων ο ιερευς εμβαλει εις το υδωρ

18 και στησει ο ιερευς την γυναικα εναντι κυριου και αποκαλυψει την κεφαλην της γυναικος και δωσει επι τας χειρας αυτης την θυσιαν του μνημοσυνου την θυσιαν της ζηλοτυπιας εν δε τη χειρι του ιερεως εσται το υδωρ του ελεγμου του επικαταρωμενου τουτου

19 και ορκιει αυτην ο ιερευς και ερει τη γυναικι ει μη κεκοιμηται τις μετα σου ει μη παραβεβηκας μιανθηναι υπο τον ανδρα τον σεαυτης αθωα ισθι απο του υδατος του ελεγμου του επικαταρωμενου τουτου

20 ει δε συ παραβεβηκας υπ' ανδρος ουσα η μεμιανσαι και εδωκεν τις την κοιτην αυτου εν σοι πλην του ανδρος σου

21 και ορκιει ο ιερευς την γυναικα εν τοις ορκοις της αρας ταυτης και ερει ο ιερευς τη γυναικι δωη κυριος σε εν αρα και ενορκιον εν μεσω του λαου σου εν τω δουναι κυριον τον μηρον σου διαπεπτωκοτα και την κοιλιαν σου πεπρησμενην

22 και εισελευσεται το υδωρ το επικαταρωμενον τουτο εις την κοιλιαν σου πρησαι γαστερα και διαπεσειν μηρον σου και ερει η γυνη γενοιτο γενοιτο

23 και γραψει ο ιερευς τας αρας ταυτας εις βιβλιον και εξαλειψει εις το υδωρ του ελεγμου του επικαταρωμενου

24 και ποτιει την γυναικα το υδωρ του ελεγμου του επικαταρωμενου και εισελευσεται εις αυτην το υδωρ το επικαταρωμενον του ελεγμου

25 και λημψεται ο ιερευς εκ χειρος της γυναικος την θυσιαν της ζηλοτυπιας και επιθησει την θυσιαν εναντι κυριου και προσοισει αυτην προς το θυσιαστηριον

26 και δραξεται ο ιερευς απο της θυσιας το μνημοσυνον αυτης και ανοισει αυτο επι το θυσιαστηριον και μετα ταυτα ποτιει την γυναικα το υδωρ

27 και εσται εαν η μεμιαμμενη και ληθη λαθη τον ανδρα αυτης και εισελευσεται εις αυτην το υδωρ του ελεγμου το επικαταρωμενον και πρησθησεται την κοιλιαν και διαπεσειται ο μηρος αυτης και εσται η γυνη εις αραν εν τω λαω αυτης

28 εαν δε μη μιανθη η γυνη και καθαρα η και αθωα εσται και εκσπερματιει σπερμα

29 ουτος ο νομος της ζηλοτυπιας ω εαν παραβη η γυνη υπ' ανδρος ουσα και μιανθη

30 η ανθρωπος ω εαν επελθη επ' αυτον πνευμα ζηλωσεως και ζηλωση την γυναικα αυτου και στησει την γυναικα αυτου εναντι κυριου και ποιησει αυτη ο ιερευς παντα τον νομον τουτον

31 και αθωος εσται ο ανθρωπος απο αμαρτιας και η γυνη εκεινη λημψεται την αμαρτιαν αυτης

← Numbers 4   Numbers 6 →
   Studovat vnitřní smysl

Explanation of Numbers 5      

Napsal(a) Henry MacLagan

Verses 1-4. The man of the church is instructed that he must reject from the heavenly life every tendency disposing him to profane the truth, falsify it, or defile it by contact with any natural affection void of spiritual life.

Verses 5-10. Concerning offences against the Divine Law through ignorance or weakness.

Verses 11-31. On an offence against good through ignorance of the truth; the illegitimate conjunction of falsity with good; the disturbance of the internal man in consequence; investigation from Divine Good; the process by which innocence or guilt is discovered; and the results of guilt or innocence.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 10137


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 649, 2177, 2466, 3021, 3400, 4236, 5291, ...

Apocalypse Revealed 417, 862

Doctrine of the Lord 9, 48

True Christian Religion 288, 506, 614


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 522, 548, 618, 922

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 12:28, 50, 20:14, 29:28

Leviticus 1:2, 2:2, 9, 5:5, 16, 7:7, 13:45, 46, 15:2, 31

Numbers 12:14, 18:8, 19:11, 14, 16

Deuteronomy 12:26, 23:15

Joshua 7:19

2 Chronicles 26:21

Psalms 109:18

Proverbs 7:18, 20

Ezekiel 33:26

Matthew 1:19

Luke 17:12

Hebrews 13:4


Přeložit: