Numbers 26

Studovat vnitřní smysl
← Numbers 25   Numbers 27 →         

1 και εγενετο μετα την πληγην και ελαλησεν κυριος προς μωυσην και προς ελεαζαρ τον ιερεα λεγων

2 λαβε την αρχην πασης συναγωγης υιων ισραηλ απο εικοσαετους και επανω κατ' οικους πατριων αυτων πας ο εκπορευομενος παραταξασθαι εν ισραηλ

3 και ελαλησεν μωυσης και ελεαζαρ ο ιερευς εν αραβωθ μωαβ επι του ιορδανου κατα ιεριχω λεγων

4 απο εικοσαετους και επανω ον τροπον συνεταξεν κυριος τω μωυση και οι υιοι ισραηλ οι εξελθοντες εξ αιγυπτου

5 ρουβην πρωτοτοκος ισραηλ υιοι δε ρουβην ενωχ και δημος του ενωχ τω φαλλου δημος του φαλλουι

6 τω ασρων δημος του ασρωνι τω χαρμι δημος του χαρμι

7 ουτοι δημοι ρουβην και εγενετο η επισκεψις αυτων τρεις και τεσσαρακοντα χιλιαδες και επτακοσιοι και τριακοντα

8 και υιοι φαλλου ελιαβ

9 και υιοι ελιαβ ναμουηλ και δαθαν και αβιρων ουτοι επικλητοι της συναγωγης ουτοι εισιν οι επισυσταντες επι μωυσην και ααρων εν τη συναγωγη κορε εν τη επισυστασει κυριου

10 και ανοιξασα η γη το στομα αυτης κατεπιεν αυτους και κορε εν τω θανατω της συναγωγης αυτου οτε κατεφαγεν το πυρ τους πεντηκοντα και διακοσιους και εγενηθησαν εν σημειω

11 οι δε υιοι κορε ουκ απεθανον

12 και οι υιοι συμεων ο δημος των υιων συμεων τω ναμουηλ δημος ο ναμουηλι τω ιαμιν δημος ο ιαμινι τω ιαχιν δημος ο ιαχινι

13 τω ζαρα δημος ο ζαραι τω σαουλ δημος ο σαουλι

14 ουτοι δημοι συμεων εκ της επισκεψεως αυτων δυο και εικοσι χιλιαδες και διακοσιοι

15 υιοι δε ιουδα ηρ και αυναν και απεθανεν ηρ και αυναν εν γη χανααν

16 εγενοντο δε οι υιοι ιουδα κατα δημους αυτων τω σηλων δημος ο σηλωνι τω φαρες δημος ο φαρες τω ζαρα δημος ο ζαραι

17 και εγενοντο υιοι φαρες τω ασρων δημος ο ασρωνι τω ιαμουν δημος ο ιαμουνι

18 ουτοι δημοι τω ιουδα κατα την επισκοπην αυτων εξ και εβδομηκοντα χιλιαδες και πεντακοσιοι

19 και υιοι ισσαχαρ κατα δημους αυτων τω θωλα δημος ο θωλαι τω φουα δημος ο φουαι

20 τω ιασουβ δημος ο ιασουβι τω σαμαραν δημος ο σαμαρανι

21 ουτοι δημοι ισσαχαρ εξ επισκεψεως αυτων τεσσαρες και εξηκοντα χιλιαδες και τριακοσιοι

22 υιοι ζαβουλων κατα δημους αυτων τω σαρεδ δημος ο σαρεδι τω αλλων δημος ο αλλωνι τω αλληλ δημος ο αλληλι

23 ουτοι δημοι ζαβουλων εξ επισκεψεως αυτων εξηκοντα χιλιαδες και πεντακοσιοι

24 υιοι γαδ κατα δημους αυτων τω σαφων δημος ο σαφωνι τω αγγι δημος ο αγγι τω σουνι δημος ο σουνι

25 τω αζενι δημος ο αζενι τω αδδι δημος ο αδδι

26 τω αροαδι δημος ο αροαδι τω αριηλ δημος ο αριηλι

27 ουτοι δημοι υιων γαδ εξ επισκεψεως αυτων τεσσαρακοντα χιλιαδες και πεντακοσιοι

28 υιοι ασηρ κατα δημους αυτων τω ιαμιν δημος ο ιαμινι τω ιεσου δημος ο ιεσουι τω βαρια δημος ο βαριαι

29 τω χοβερ δημος ο χοβερι τω μελχιηλ δημος ο μελχιηλι

30 και το ονομα θυγατρος ασηρ σαρα

31 ουτοι δημοι ασηρ εξ επισκεψεως αυτων τρεις και πεντηκοντα χιλιαδες και τετρακοσιοι

32 υιοι ιωσηφ κατα δημους αυτων μανασση και εφραιμ

33 υιοι μανασση τω μαχιρ δημος ο μαχιρι και μαχιρ εγεννησεν τον γαλααδ τω γαλααδ δημος ο γαλααδι

34 και ουτοι υιοι γαλααδ τω αχιεζερ δημος ο αχιεζερι τω χελεγ δημος ο χελεγι

35 τω εσριηλ δημος ο εσριηλι τω συχεμ δημος ο συχεμι

36 τω συμαερ δημος ο συμαερι και τω οφερ δημος ο οφερι

37 και τω σαλπααδ υιω οφερ ουκ εγενοντο αυτω υιοι αλλ' η θυγατερες και ταυτα τα ονοματα των θυγατερων σαλπααδ μαλα και νουα και εγλα και μελχα και θερσα

38 ουτοι δημοι μανασση εξ επισκεψεως αυτων δυο και πεντηκοντα χιλιαδες και επτακοσιοι

39 και ουτοι υιοι εφραιμ τω σουταλα δημος ο σουταλαι τω ταναχ δημος ο ταναχι

40 ουτοι υιοι σουταλα τω εδεν δημος ο εδενι

41 ουτοι δημοι εφραιμ εξ επισκεψεως αυτων δυο και τριακοντα χιλιαδες και πεντακοσιοι ουτοι δημοι υιων ιωσηφ κατα δημους αυτων

42 υιοι βενιαμιν κατα δημους αυτων τω βαλε δημος ο βαλει τω ασυβηρ δημος ο ασυβηρι τω ιαχιραν δημος ο ιαχιρανι

43 τω σωφαν δημος ο σωφανι

44 και εγενοντο οι υιοι βαλε αδαρ και νοεμαν τω αδαρ δημος ο αδαρι τω νοεμαν δημος ο νοεμανι

45 ουτοι υιοι βενιαμιν κατα δημους αυτων εξ επισκεψεως αυτων πεντε και τεσσαρακοντα χιλιαδες και εξακοσιοι

46 και υιοι δαν κατα δημους αυτων τω σαμι δημος ο σαμι ουτοι δημοι δαν κατα δημους αυτων

47 παντες οι δημοι σαμι κατ' επισκοπην αυτων τεσσαρες και εξηκοντα χιλιαδες και τετρακοσιοι

48 υιοι νεφθαλι κατα δημους αυτων τω ασιηλ δημος ο ασιηλι τω γαυνι δημος ο γαυνι

49 τω ιεσερ δημος ο ιεσερι τω σελλημ δημος ο σελλημι

50 ουτοι δημοι νεφθαλι εξ επισκεψεως αυτων πεντε και τεσσαρακοντα χιλιαδες και τετρακοσιοι

51 αυτη η επισκεψις υιων ισραηλ εξακοσιαι χιλιαδες και χιλιοι και επτακοσιοι και τριακοντα

52 και ελαλησεν κυριος προς μωυσην λεγων

53 τουτοις μερισθησεται η γη κληρονομειν εξ αριθμου ονοματων

54 τοις πλειοσιν πλεονασεις την κληρονομιαν και τοις ελαττοσιν ελαττωσεις την κληρονομιαν αυτων εκαστω καθως επεσκεπησαν δοθησεται η κληρονομια αυτων

55 δια κληρων μερισθησεται η γη τοις ονομασιν κατα φυλας πατριων αυτων κληρονομησουσιν

56 εκ του κληρου μεριεις την κληρονομιαν αυτων ανα μεσον πολλων και ολιγων

57 και υιοι λευι κατα δημους αυτων τω γεδσων δημος ο γεδσωνι τω κααθ δημος ο κααθι τω μεραρι δημος ο μεραρι

58 ουτοι δημοι υιων λευι δημος ο λοβενι δημος ο χεβρωνι δημος ο κορε και δημος ο μουσι και κααθ εγεννησεν τον αμραμ

59 και το ονομα της γυναικος αυτου ιωχαβεδ θυγατηρ λευι η ετεκεν τουτους τω λευι εν αιγυπτω και ετεκεν τω αμραμ τον ααρων και μωυσην και μαριαμ την αδελφην αυτων

60 και εγεννηθησαν τω ααρων ο τε ναδαβ και αβιουδ και ελεαζαρ και ιθαμαρ

61 και απεθανεν ναδαβ και αβιουδ εν τω προσφερειν αυτους πυρ αλλοτριον εναντι κυριου εν τη ερημω σινα

62 και εγενηθησαν εξ επισκεψεως αυτων τρεις και εικοσι χιλιαδες παν αρσενικον απο μηνιαιου και επανω ου γαρ συνεπεσκεπησαν εν μεσω υιων ισραηλ οτι ου διδοται αυτοις κληρος εν μεσω υιων ισραηλ

63 και αυτη η επισκεψις μωυση και ελεαζαρ του ιερεως οι επεσκεψαντο τους υιους ισραηλ εν αραβωθ μωαβ επι του ιορδανου κατα ιεριχω

64 και εν τουτοις ουκ ην ανθρωπος των επεσκεμμενων υπο μωυση και ααρων ους επεσκεψαντο τους υιους ισραηλ εν τη ερημω σινα

65 οτι ειπεν κυριος αυτοις θανατω αποθανουνται εν τη ερημω και ου κατελειφθη εξ αυτων ουδε εις πλην χαλεβ υιος ιεφοννη και ιησους ο του ναυη

← Numbers 25   Numbers 27 →
   Studovat vnitřní smysl

Explanation of Numbers 26      

Napsal(a) Henry MacLagan

Verses 1-4. This whole chapter concerns the re-ordination and re-arrangement of the states of the man of the church by the Lord after states of evil and temptation. The first four verses indicate that this takes place according to Divine Truth and Divine Good, from states of intelligence as to truth to states of the love of good, and includes all who can engage in the conflicts of temptation.

Verses 5-11. The derivations and quality as to good and truth are described of faith in the understanding;

Verses 12-14. of faith in the will, or obedience;

Verses 15-18. of good works;

Verses 19-22. of celestial love;

Verses 23-25. of celestial conjugial love;

Verses 26, 27. of the heavenly marriage;

Verses 28-34. of the celestial of the spiritual, or of charity generally, as to the new will of good,

Verses 38-41. and as to the new understanding of truth.

Verses 35-37; of the life of truth from good in the natural man;

Verses 42-43. of the affirmation of truth;

Verses 44-47. of natural delight;

Verses 48-50. of the resistance of the natural man to evil in temptations;

Verse 51. and of the church in general.

Verses 52-56. It is according to Divine Providence that every one should be in his own good.

Verses 57-65. Concerning the derivations and quality of charity and love in particular.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 2280, 3703, 3858, 4236, 4316, 4818, 9809, ...

Apocalypse Revealed 114, 144, 285, 349, 599


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 140, 304, 431

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 12:7, 35:22, 23, 38:3, 4, 5, 7, 41:51, 52, 46:12, 48:16

Exodus 2:1, 2, 4, 6:14, 15, 20, 23, 24, 25, 12:51, 15:20

Leviticus 10:2

Numbers 1:2, 19, 20, 46, 47, 3:4, 15, 17, 12:1, 14:29, 32, 35, 16:1, 2, 31, 32, 17:3, 18:20, 23, 24, 20:1, 22:1, 25:9, 26:3, 63, 27:1, 3, 33:54, 34:13, 35:8, 36:1, 2, 11

Deuteronomy 2:14

Joshua 1:6, 5:4, 11:23, 14:2, 17:1, 2, 3, 14, 19:9

Judges 6:11, 8:2

1 Chronicles 2:21, 4:1, 24, 5:1, 11, 23, 6:7, 7:1, 6, 13, 14, 30, 8:1, 9:5, 19

Psalms 37:9, 42:1

Významy biblických slov

Γη
Generally in the Bible a "country" means a political subdivision ruled by a king, or sometimes a tribe with a territory ruled by a king...


Přeložit: