Numbers 25

Studovat vnitřní smysl

← Numbers 24   Numbers 26 →         

1 και κατελυσεν ισραηλ εν σαττιν και εβεβηλωθη ο λαος εκπορνευσαι εις τας θυγατερας μωαβ

2 και εκαλεσαν αυτους επι ταις θυσιαις των ειδωλων αυτων και εφαγεν ο λαος των θυσιων αυτων και προσεκυνησαν τοις ειδωλοις αυτων

3 και ετελεσθη ισραηλ τω βεελφεγωρ και ωργισθη θυμω κυριος τω ισραηλ

4 και ειπεν κυριος τω μωυση λαβε παντας τους αρχηγους του λαου και παραδειγματισον αυτους κυριω απεναντι του ηλιου και αποστραφησεται οργη θυμου κυριου απο ισραηλ

5 και ειπεν μωυσης ταις φυλαις ισραηλ αποκτεινατε εκαστος τον οικειον αυτου τον τετελεσμενον τω βεελφεγωρ

6 και ιδου ανθρωπος των υιων ισραηλ ελθων προσηγαγεν τον αδελφον αυτου προς την μαδιανιτιν εναντιον μωυση και εναντι πασης συναγωγης υιων ισραηλ αυτοι δε εκλαιον παρα την θυραν της σκηνης του μαρτυριου

7 και ιδων φινεες υιος ελεαζαρ υιου ααρων του ιερεως εξανεστη εκ μεσου της συναγωγης και λαβων σειρομαστην εν τη χειρι

8 εισηλθεν οπισω του ανθρωπου του ισραηλιτου εις την καμινον και απεκεντησεν αμφοτερους τον τε ανθρωπον τον ισραηλιτην και την γυναικα δια της μητρας αυτης και επαυσατο η πληγη απο υιων ισραηλ

9 και εγενοντο οι τεθνηκοτες εν τη πληγη τεσσαρες και εικοσι χιλιαδες

10 και ελαλησεν κυριος προς μωυσην λεγων

11 φινεες υιος ελεαζαρ υιου ααρων του ιερεως κατεπαυσεν τον θυμον μου απο υιων ισραηλ εν τω ζηλωσαι μου τον ζηλον εν αυτοις και ουκ εξανηλωσα τους υιους ισραηλ εν τω ζηλω μου

12 ουτως ειπον ιδου εγω διδωμι αυτω διαθηκην ειρηνης

13 και εσται αυτω και τω σπερματι αυτου μετ' αυτον διαθηκη ιερατειας αιωνια ανθ' ων εζηλωσεν τω θεω αυτου και εξιλασατο περι των υιων ισραηλ

14 το δε ονομα του ανθρωπου του ισραηλιτου του πεπληγοτος ος επληγη μετα της μαδιανιτιδος ζαμβρι υιος σαλω αρχων οικου πατριας των συμεων

15 και ονομα τη γυναικι τη μαδιανιτιδι τη πεπληγυια χασβι θυγατηρ σουρ αρχοντος εθνους ομμωθ οικου πατριας εστιν των μαδιαν

16 και ελαλησεν κυριος προς μωυσην λεγων λαλησον τοις υιοις ισραηλ λεγων

17 εχθραινετε τοις μαδιηναιοις και παταξατε αυτους

18 οτι εχθραινουσιν αυτοι υμιν εν δολιοτητι οσα δολιουσιν υμας δια φογωρ και δια χασβι θυγατερα αρχοντος μαδιαν αδελφην αυτων την πεπληγυιαν εν τη ημερα της πληγης δια φογωρ

← Numbers 24   Numbers 26 →
   Studovat vnitřní smysl

Explanation of Numbers 25      

Napsal(a) Henry MacLagan

Verses 1-5. The man of the Spiritual Church, before being made perfect, claims merit to himself for his good deeds, and consequently worship is profaned by falsity; and revelation takes place that such worship and its falsifications must be destroyed.

Verses 6-9. For by such worship the church is not only in secret, but openly corrupted, except that those who are in good, and in a state of temptation, zealously destroy it in themselves, and thus completely.

Verses 10-13. Concerning the happy state, even to eternity, of those who are in celestial-natural good and thus overcome.

Verses 14-15. The quality of the wicked who thus profane good and truth is described, and involves separation from the church, a state of confirmation in evil and falsity externally, and of the violation of the heavenly marriage internally.

Verses 16-18. Wherefore the man of the church is instructed that he must persistently oppose the deceitful insinuations of all falsity from evil.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Apocalypse Explained 141


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1038, 3242, 5044, 8286, 8998, 10652

Apocalypse Revealed 53, 114, 144

Doctrine of the Sacred Scripture 101

True Christian Religion 264


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 140, 144, 401, 555, 655, 746

Spiritual Experiences 1995

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 6:25, 20:5, 22:19, 23:24, 32:27, 35, 34:15, 40:15

Numbers 17:12, 13, 26:1, 31:2, 6, 8, 16, 33:49

Deuteronomy 4:3, 24, 13:7, 11, 21:22

Joshua 2:1, 7:26, 13:21, 22:17

Judges 2:11, 13, 6:1

2 Samuel 21:9, 14, 24:15

1 Kings 19:10

2 Kings 23:7

1 Chronicles 21:22

Ezra 9:1, 4

Psalms 106:28, 29, 30, 31

Hosea 4:14, 9:10

Micah 6:5

Nahum 1:2

Malachi 2:4, 5

1 Corinthians 10:8

Hebrews 12:29

Revelation 2:14


Přeložit: