Numbers 22

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Numbers 21   Numbers 23 →

1 και απαραντες οι υιοι ισραηλ παρενεβαλον επι δυσμων μωαβ παρα τον ιορδανην κατα ιεριχω

2 και ιδων βαλακ υιος σεπφωρ παντα οσα εποιησεν ισραηλ τω αμορραιω

3 και εφοβηθη μωαβ τον λαον σφοδρα οτι πολλοι ησαν και προσωχθισεν μωαβ απο προσωπου υιων ισραηλ

4 και ειπεν μωαβ τη γερουσια μαδιαμ νυν εκλειξει η συναγωγη αυτη παντας τους κυκλω ημων ως εκλειξαι ο μοσχος τα χλωρα εκ του πεδιου και βαλακ υιος σεπφωρ βασιλευς μωαβ ην κατα τον καιρον εκεινον

5 και απεστειλεν πρεσβεις προς βαλααμ υιον βεωρ φαθουρα ο εστιν επι του ποταμου γης υιων λαου αυτου καλεσαι αυτον λεγων ιδου λαος εξεληλυθεν εξ αιγυπτου και ιδου κατεκαλυψεν την οψιν της γης και ουτος εγκαθηται εχομενος μου

6 και νυν δευρο αρασαι μοι τον λαον τουτον οτι ισχυει ουτος η ημεις εαν δυνωμεθα παταξαι εξ αυτων και εκβαλω αυτους εκ της γης οτι οιδα ους εαν ευλογησης συ ευλογηνται και ους εαν καταραση συ κεκατηρανται

7 και επορευθη η γερουσια μωαβ και η γερουσια μαδιαμ και τα μαντεια εν ταις χερσιν αυτων και ηλθον προς βαλααμ και ειπαν αυτω τα ρηματα βαλακ

8 και ειπεν προς αυτους καταλυσατε αυτου την νυκτα και αποκριθησομαι υμιν πραγματα α εαν λαληση κυριος προς με και κατεμειναν οι αρχοντες μωαβ παρα βαλααμ

9 και ηλθεν ο θεος προς βαλααμ και ειπεν αυτω τι οι ανθρωποι ουτοι παρα σοι

10 και ειπεν βαλααμ προς τον θεον βαλακ υιος σεπφωρ βασιλευς μωαβ απεστειλεν αυτους προς με λεγων

11 ιδου λαος εξεληλυθεν εξ αιγυπτου και ιδου κεκαλυφεν την οψιν της γης και ουτος εγκαθηται εχομενος μου και νυν δευρο αρασαι μοι αυτον ει αρα δυνησομαι παταξαι αυτον και εκβαλω αυτον απο της γης

12 και ειπεν ο θεος προς βαλααμ ου πορευση μετ' αυτων ουδε καταραση τον λαον εστιν γαρ ευλογημενος

13 και αναστας βαλααμ το πρωι ειπεν τοις αρχουσιν βαλακ αποτρεχετε προς τον κυριον υμων ουκ αφιησιν με ο θεος πορευεσθαι μεθ' υμων

14 και ανασταντες οι αρχοντες μωαβ ηλθον προς βαλακ και ειπαν ου θελει βαλααμ πορευθηναι μεθ' ημων

15 και προσεθετο βαλακ ετι αποστειλαι αρχοντας πλειους και εντιμοτερους τουτων

16 και ηλθον προς βαλααμ και λεγουσιν αυτω ταδε λεγει βαλακ ο του σεπφωρ αξιω σε μη οκνησης ελθειν προς με

17 εντιμως γαρ τιμησω σε και οσα εαν ειπης ποιησω σοι και δευρο επικαταρασαι μοι τον λαον τουτον

18 και απεκριθη βαλααμ και ειπεν τοις αρχουσιν βαλακ εαν δω μοι βαλακ πληρη τον οικον αυτου αργυριου και χρυσιου ου δυνησομαι παραβηναι το ρημα κυριου του θεου ποιησαι αυτο μικρον η μεγα εν τη διανοια μου

19 και νυν υπομεινατε αυτου και υμεις την νυκτα ταυτην και γνωσομαι τι προσθησει κυριος λαλησαι προς με

20 και ηλθεν ο θεος προς βαλααμ νυκτος και ειπεν αυτω ει καλεσαι σε παρεισιν οι ανθρωποι ουτοι αναστας ακολουθησον αυτοις αλλα το ρημα ο αν λαλησω προς σε τουτο ποιησεις

21 και αναστας βαλααμ το πρωι επεσαξεν την ονον αυτου και επορευθη μετα των αρχοντων μωαβ

22 και ωργισθη θυμω ο θεος οτι επορευθη αυτος και ανεστη ο αγγελος του θεου ενδιαβαλλειν αυτον και αυτος επιβεβηκει επι της ονου αυτου και δυο παιδες αυτου μετ' αυτου

23 και ιδουσα η ονος τον αγγελον του θεου ανθεστηκοτα εν τη οδω και την ρομφαιαν εσπασμενην εν τη χειρι αυτου και εξεκλινεν η ονος εκ της οδου και επορευετο εις το πεδιον και επαταξεν την ονον τη ραβδω του ευθυναι αυτην εν τη οδω

24 και εστη ο αγγελος του θεου εν ταις αυλαξιν των αμπελων φραγμος εντευθεν και φραγμος εντευθεν

25 και ιδουσα η ονος τον αγγελον του θεου προσεθλιψεν εαυτην προς τον τοιχον και απεθλιψεν τον ποδα βαλααμ και προσεθετο ετι μαστιξαι αυτην

26 και προσεθετο ο αγγελος του θεου και απελθων υπεστη εν τοπω στενω εις ον ουκ ην εκκλιναι δεξιαν ουδε αριστεραν

27 και ιδουσα η ονος τον αγγελον του θεου συνεκαθισεν υποκατω βαλααμ και εθυμωθη βαλααμ και ετυπτεν την ονον τη ραβδω

28 και ηνοιξεν ο θεος το στομα της ονου και λεγει τω βαλααμ τι εποιησα σοι οτι πεπαικας με τουτο τριτον

29 και ειπεν βαλααμ τη ονω οτι εμπεπαιχας μοι και ει ειχον μαχαιραν εν τη χειρι μου ηδη αν εξεκεντησα σε

30 και λεγει η ονος τω βαλααμ ουκ εγω η ονος σου εφ' ης επεβαινες απο νεοτητος σου εως της σημερον ημερας μη υπερορασει υπεριδουσα εποιησα σοι ουτως ο δε ειπεν ουχι

31 απεκαλυψεν δε ο θεος τους οφθαλμους βαλααμ και ορα τον αγγελον κυριου ανθεστηκοτα εν τη οδω και την μαχαιραν εσπασμενην εν τη χειρι αυτου και κυψας προσεκυνησεν τω προσωπω αυτου

32 και ειπεν αυτω ο αγγελος του θεου δια τι επαταξας την ονον σου τουτο τριτον και ιδου εγω εξηλθον εις διαβολην σου οτι ουκ αστεια η οδος σου εναντιον μου

33 και ιδουσα με η ονος εξεκλινεν απ' εμου τριτον τουτο και ει μη εξεκλινεν νυν ουν σε μεν απεκτεινα εκεινην δε περιεποιησαμην

34 και ειπεν βαλααμ τω αγγελω κυριου ημαρτηκα ου γαρ ηπισταμην οτι συ μοι ανθεστηκας εν τη οδω εις συναντησιν και νυν ει μη σοι αρεσκει αποστραφησομαι

35 και ειπεν ο αγγελος του θεου προς βαλααμ συμπορευθητι μετα των ανθρωπων πλην το ρημα ο εαν ειπω προς σε τουτο φυλαξη λαλησαι και επορευθη βαλααμ μετα των αρχοντων βαλακ

36 και ακουσας βαλακ οτι ηκει βαλααμ εξηλθεν εις συναντησιν αυτω εις πολιν μωαβ η εστιν επι των οριων αρνων ο εστιν εκ μερους των οριων

37 και ειπεν βαλακ προς βαλααμ ουχι απεστειλα προς σε καλεσαι σε δια τι ουκ ηρχου προς με οντως ου δυνησομαι τιμησαι σε

38 και ειπεν βαλααμ προς βαλακ ιδου ηκω προς σε νυν δυνατος εσομαι λαλησαι τι το ρημα ο εαν βαλη ο θεος εις το στομα μου τουτο λαλησω

39 και επορευθη βαλααμ μετα βαλακ και ηλθον εις πολεις επαυλεων

40 και εθυσεν βαλακ προβατα και μοσχους και απεστειλεν τω βαλααμ και τοις αρχουσι τοις μετ' αυτου

41 και εγενηθη πρωι και παραλαβων βαλακ τον βαλααμ ανεβιβασεν αυτον επι την στηλην του βααλ και εδειξεν αυτω εκειθεν μερος τι του λαου

← Numbers 21   Numbers 23 →
   Studovat vnitřní smysl

Explanation of Numbers 22      

Napsal(a) Henry MacLagan

Verse 1. The man of the church comes into a state of the adulteration of good externally.

Verses 2-4. But those who are internally in such a state fear genuine spiritual truths.

Verses 5-7. And hence they consult falsity derived from evil, which interprets the Word from selfish love.

Verses 8-14. The false teacher, however, is forbidden to cause aversion from the Lord in the truly spiritual man, and, outwardly, he is constrained to submit.

Verses 15-21. But he is now more strongly tempted by evil, inwardly desiring to comply with its promptings, notwithstanding his knowledge of the truth; and hence he is permitted to go forward in the path of error.

Verse 22. And yet Divine Truth is really opposed to him, while, by means of his rational powers he endeavours to carry out his purposes.

Verse 23. But even natural reason recognizes Divine Truth, and is afraid of it, being thereby diverted from error and urgent for the cultivation of good, while evil is persistent, and therefore injures the Rational.

Verses 24-25. Again, the progress of error is impeded by the opposition of the truth in an accommodated form, yet still the false teacher persists, the natural affections are injured, and the Rational is further perverted.

Verses 26-35. And, thirdly, Divine Truth opposes error in the state where falsity is confirmed, and the Rational is therefore prostrated, but still has power to speak, from the Lord, convincing truths; and reproof from Divine Truth Itself follows, producing repentance, but only outwardly.

Verses 36-41.And therefore the false teacher is permitted to continue his career and to come into communication with adulterated good.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 4290


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1343, 1992, 2799, 3242, 3858, 7097

Apocalypse Revealed 114

Doctrine of the New Jerusalem Regarding the Sacred Scripture 101

True Christian Religion 264


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 140

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 1:12, 9:27, 10:15, 15:15, 23:27

Numbers 21:13, 22:8, 18, 38, 23:3, 7, 13, 27, 24:11, 13, 26:3, 31:8, 12, 33:48, 50, 35:1, 36:13

Deuteronomy 2:7, 25, 7:14, 23:5, 28:6

Joshua 5:13, 14, 24:9

Judges 11:25

1 Kings 13:8, 22:14, 16

2 Kings 6:17, 20, 20:14

1 Chronicles 21:16

2 Chronicles 31:10

Nehemiah 13:1, 2

Job 34:31, 32

Proverbs 12:10, 16:2, 28:18

Isaiah 1:23, 56:11, 61:9

Micah 3:11

Luke 24:31

John 5:19

Ephesians 1:3

2 Peter 2:15, 16

Jude 1:11

Videa od Swedenborg Foundation

Zde uvedená videa jsou poskytnuta se svolením našich přátel ze Swedenborg Foundation. Více se o nich dozvíte zde: swedenborg.com.


The Curious Case of Balaam and His Talking Donkey - Swedenborg & Life Live

Could a donkey really speak in human language? We'll explore the spiritual framework of verbal animals, the ancient practice of soothsaying, and teach you how to hear the talking donkey in your own mind.

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Balaam
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 The Angel and Balaam
Coloring Page | Ages 7 - 14

 The Angel, Balaam, and the Donkey
Coloring Page | Ages 7 - 14

 The Donkey Sees the Angel
Coloring Page | Ages 7 - 14

 The Story of Balaam
Family lessons provide a worship talk and a variety of activities for children and teens..
Religion Lesson | Ages 4 - 17

 The Story of Balaam
Worship Talk | Ages 7 - 14


Přeložit: