Numbers 2

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Numbers 1   Numbers 3 →

1 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

2 ανθρωπος εχομενος αυτου κατα ταγμα κατα σημεας κατ' οικους πατριων αυτων παρεμβαλετωσαν οι υιοι ισραηλ εναντιοι κυκλω της σκηνης του μαρτυριου παρεμβαλουσιν οι υιοι ισραηλ

3 και οι παρεμβαλλοντες πρωτοι κατ' ανατολας ταγμα παρεμβολης ιουδα συν δυναμει αυτων και ο αρχων των υιων ιουδα ναασσων υιος αμιναδαβ

4 δυναμις αυτου οι επεσκεμμενοι τεσσαρες και εβδομηκοντα χιλιαδες και εξακοσιοι

5 και οι παρεμβαλλοντες εχομενοι φυλης ισσαχαρ και ο αρχων των υιων ισσαχαρ ναθαναηλ υιος σωγαρ

6 δυναμις αυτου οι επεσκεμμενοι τεσσαρες και πεντηκοντα χιλιαδες και τετρακοσιοι

7 και οι παρεμβαλλοντες εχομενοι φυλης ζαβουλων και ο αρχων των υιων ζαβουλων ελιαβ υιος χαιλων

8 δυναμις αυτου οι επεσκεμμενοι επτα και πεντηκοντα χιλιαδες και τετρακοσιοι

9 παντες οι επεσκεμμενοι εκ της παρεμβολης ιουδα εκατον ογδοηκοντα χιλιαδες και εξακισχιλιοι και τετρακοσιοι συν δυναμει αυτων πρωτοι εξαρουσιν

10 ταγμα παρεμβολης ρουβην προς λιβα συν δυναμει αυτων και ο αρχων των υιων ρουβην ελισουρ υιος σεδιουρ

11 δυναμις αυτου οι επεσκεμμενοι εξ και τεσσαρακοντα χιλιαδες και πεντακοσιοι

12 και οι παρεμβαλλοντες εχομενοι αυτου φυλης συμεων και ο αρχων των υιων συμεων σαλαμιηλ υιος σουρισαδαι

13 δυναμις αυτου οι επεσκεμμενοι εννεα και πεντηκοντα χιλιαδες και τριακοσιοι

14 και οι παρεμβαλλοντες εχομενοι αυτου φυλης γαδ και ο αρχων των υιων γαδ ελισαφ υιος ραγουηλ

15 δυναμις αυτου οι επεσκεμμενοι πεντε και τεσσαρακοντα χιλιαδες και εξακοσιοι και πεντηκοντα

16 παντες οι επεσκεμμενοι της παρεμβολης ρουβην εκατον πεντηκοντα μια χιλιαδες και τετρακοσιοι και πεντηκοντα συν δυναμει αυτων δευτεροι εξαρουσιν

17 και αρθησεται η σκηνη του μαρτυριου και η παρεμβολη των λευιτων μεσον των παρεμβολων ως και παρεμβαλλουσιν ουτως και εξαρουσιν εκαστος εχομενος καθ' ηγεμονιαν

18 ταγμα παρεμβολης εφραιμ παρα θαλασσαν συν δυναμει αυτων και ο αρχων των υιων εφραιμ ελισαμα υιος εμιουδ

19 δυναμις αυτου οι επεσκεμμενοι τεσσαρακοντα χιλιαδες και πεντακοσιοι

20 και οι παρεμβαλλοντες εχομενοι φυλης μανασση και ο αρχων των υιων μανασση γαμαλιηλ υιος φαδασσουρ

21 δυναμις αυτου οι επεσκεμμενοι δυο και τριακοντα χιλιαδες και διακοσιοι

22 και οι παρεμβαλλοντες εχομενοι φυλης βενιαμιν και ο αρχων των υιων βενιαμιν αβιδαν υιος γαδεωνι

23 δυναμις αυτου οι επεσκεμμενοι πεντε και τριακοντα χιλιαδες και τετρακοσιοι

24 παντες οι επεσκεμμενοι της παρεμβολης εφραιμ εκατον χιλιαδες και οκτακισχιλιοι και εκατον συν δυναμει αυτων τριτοι εξαρουσιν

25 ταγμα παρεμβολης δαν προς βορραν συν δυναμει αυτων και ο αρχων των υιων δαν αχιεζερ υιος αμισαδαι

26 δυναμις αυτου οι επεσκεμμενοι δυο και εξηκοντα χιλιαδες και επτακοσιοι

27 και οι παρεμβαλλοντες εχομενοι αυτου φυλης ασηρ και ο αρχων των υιων ασηρ φαγαιηλ υιος εχραν

28 δυναμις αυτου οι επεσκεμμενοι μια και τεσσαρακοντα χιλιαδες και πεντακοσιοι

29 και οι παρεμβαλλοντες εχομενοι φυλης νεφθαλι και ο αρχων των υιων νεφθαλι αχιρε υιος αιναν

30 δυναμις αυτου οι επεσκεμμενοι τρεις και πεντηκοντα χιλιαδες και τετρακοσιοι

31 παντες οι επεσκεμμενοι της παρεμβολης δαν εκατον και πεντηκοντα επτα χιλιαδες και εξακοσιοι εσχατοι εξαρουσιν κατα ταγμα αυτων

32 αυτη η επισκεψις των υιων ισραηλ κατ' οικους πατριων αυτων πασα η επισκεψις των παρεμβολων συν ταις δυναμεσιν αυτων εξακοσιαι χιλιαδες και τρισχιλιοι πεντακοσιοι πεντηκοντα

33 οι δε λευιται ου συνεπεσκεπησαν εν αυτοις καθα ενετειλατο κυριος τω μωυση

34 και εποιησαν οι υιοι ισραηλ παντα οσα συνεταξεν κυριος τω μωυση ουτως παρενεβαλον κατα ταγμα αυτων και ουτως εξηρον εκαστος εχομενοι κατα δημους αυτων κατ' οικους πατριων αυτων

← Numbers 1   Numbers 3 →
   Studovat vnitřní smysl

Explanation of Numbers 2      

Napsal(a) Henry MacLagan

Verses 1-2. Revelation is made that each individual of the Spiritual Church has his specific position in his own heaven according to the general principles thereof.

Verse 3. There are four general principles, namely, celestial love, in Verse 3; faith from charity, Verse 10; the same in the natural degree, Verse 18; and the affirmation of truth in the natural degree, Verse 25.

Verses 3, 10, 18, 25. Their principles of action are as follows: Truth immediately proceeding from good; faith from charity which is the foundation of the church; obedience to truth from the love of good; and truth which aids, derived from Divine Truth which protects man in temptations.

Verse 17. All changes of state with the angels and with the man of the church are effected from the central principle of love.

Verses 4-32. The general quality, according to ordination and arrangement by the Lord, of those in the four leading divisions is described, as well as the quality of each division subordinate to these, and the quality of the whole heaven or of the whole church taken together.

Verse 33. But good itself, apart from truth, cannot be known as to its quality.

Verse 34. And thus the angels are always obedient to Divine Truth, or to the laws of Divine Order; and they become more and more perfected according to the ordination and arrangement of truths as depending on the state of good.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 3448, 3708, 3858, 3862, 10038

Apocalypse Explained 431

Apocalypse Revealed 349, 862

Doctrine of Life 59


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 3703, 4236, 6148, 9642

Apocalypse Revealed 351

True Christian Religion 284


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 422, 434, 438, 445, 447, 449, 573, ...

Jiný komentář

  Příběhy:


  Duchovní témata:


  Biblická studia:  (see all)



Skočit na podobné biblické verše

Genesis 35:22, 23

Numbers 1:5, 7, 19, 46, 49, 52, 10:5, 6, 12, 14, 18, 22, 25, 28, 24:2

Luke 3:33


Přeložit: