Numbers 17

Studovat vnitřní smysl
← Numbers 16   Numbers 18 →         

1 και ειπεν κυριος προς μωυσην

2 και προς ελεαζαρ τον υιον ααρων τον ιερεα ανελεσθε τα πυρεια τα χαλκα εκ μεσου των κατακεκαυμενων και το πυρ το αλλοτριον τουτο σπειρον εκει οτι ηγιασαν

3 τα πυρεια των αμαρτωλων τουτων εν ταις ψυχαις αυτων και ποιησον αυτα λεπιδας ελατας περιθεμα τω θυσιαστηριω οτι προσηνεχθησαν εναντι κυριου και ηγιασθησαν και εγενοντο εις σημειον τοις υιοις ισραηλ

4 και ελαβεν ελεαζαρ υιος ααρων του ιερεως τα πυρεια τα χαλκα οσα προσηνεγκαν οι κατακεκαυμενοι και προσεθηκαν αυτα περιθεμα τω θυσιαστηριω

5 μνημοσυνον τοις υιοις ισραηλ οπως αν μη προσελθη μηθεις αλλογενης ος ουκ εστιν εκ του σπερματος ααρων επιθειναι θυμιαμα εναντι κυριου και ουκ εσται ωσπερ κορε και η επισυστασις αυτου καθα ελαλησεν κυριος εν χειρι μωυση

6 και εγογγυσαν οι υιοι ισραηλ τη επαυριον επι μωυσην και ααρων λεγοντες υμεις απεκταγκατε τον λαον κυριου

7 και εγενετο εν τω επισυστρεφεσθαι την συναγωγην επι μωυσην και ααρων και ωρμησαν επι την σκηνην του μαρτυριου και τηνδε εκαλυψεν αυτην η νεφελη και ωφθη η δοξα κυριου

8 και εισηλθεν μωυσης και ααρων κατα προσωπον της σκηνης του μαρτυριου

9 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

10 εκχωρησατε εκ μεσου της συναγωγης ταυτης και εξαναλωσω αυτους εις απαξ και επεσον επι προσωπον αυτων

11 και ειπεν μωυσης προς ααρων λαβε το πυρειον και επιθες επ' αυτο πυρ απο του θυσιαστηριου και επιβαλε επ' αυτο θυμιαμα και απενεγκε το ταχος εις την παρεμβολην και εξιλασαι περι αυτων εξηλθεν γαρ οργη απο προσωπου κυριου ηρκται θραυειν τον λαον

12 και ελαβεν ααρων καθαπερ ελαλησεν αυτω μωυσης και εδραμεν εις την συναγωγην και ηδη ενηρκτο η θραυσις εν τω λαω και επεβαλεν το θυμιαμα και εξιλασατο περι του λαου

13 και εστη ανα μεσον των τεθνηκοτων και των ζωντων και εκοπασεν η θραυσις

14 και εγενοντο οι τεθνηκοτες εν τη θραυσει τεσσαρες και δεκα χιλιαδες και επτακοσιοι χωρις των τεθνηκοτων ενεκεν κορε

15 και επεστρεψεν ααρων προς μωυσην επι την θυραν της σκηνης του μαρτυριου και εκοπασεν η θραυσις

16 και ελαλησεν κυριος προς μωυσην λεγων

17 λαλησον τοις υιοις ισραηλ και λαβε παρ' αυτων ραβδον ραβδον κατ' οικους πατριων παρα παντων των αρχοντων αυτων κατ' οικους πατριων αυτων δωδεκα ραβδους και εκαστου το ονομα αυτου επιγραψον επι της ραβδου αυτου

18 και το ονομα ααρων επιγραψον επι της ραβδου λευι εστιν γαρ ραβδος μια κατα φυλην οικου πατριων αυτων δωσουσιν

19 και θησεις αυτας εν τη σκηνη του μαρτυριου κατεναντι του μαρτυριου εν οις γνωσθησομαι σοι εκει

20 και εσται ο ανθρωπος ον εαν εκλεξωμαι αυτον η ραβδος αυτου εκβλαστησει και περιελω απ' εμου τον γογγυσμον των υιων ισραηλ α αυτοι γογγυζουσιν εφ' υμιν

21 και ελαλησεν μωυσης τοις υιοις ισραηλ και εδωκαν αυτω παντες οι αρχοντες αυτων ραβδον τω αρχοντι τω ενι ραβδον κατα αρχοντα κατ' οικους πατριων αυτων δωδεκα ραβδους και η ραβδος ααρων ανα μεσον των ραβδων αυτων

22 και απεθηκεν μωυσης τας ραβδους εναντι κυριου εν τη σκηνη του μαρτυριου

23 και εγενετο τη επαυριον και εισηλθεν μωυσης και ααρων εις την σκηνην του μαρτυριου και ιδου εβλαστησεν η ραβδος ααρων εις οικον λευι και εξηνεγκεν βλαστον και εξηνθησεν ανθη και εβλαστησεν καρυα

24 και εξηνεγκεν μωυσης πασας τας ραβδους απο προσωπου κυριου προς παντας υιους ισραηλ και ειδον και ελαβον εκαστος την ραβδον αυτου

25 και ειπεν κυριος προς μωυσην αποθες την ραβδον ααρων ενωπιον των μαρτυριων εις διατηρησιν σημειον τοις υιοις των ανηκοων και παυσασθω ο γογγυσμος αυτων απ' εμου και ου μη αποθανωσιν

26 και εποιησεν μωυσης και ααρων καθα συνεταξεν κυριος τω μωυση ουτως εποιησαν

27 και ειπαν οι υιοι ισραηλ προς μωυσην λεγοντες ιδου εξανηλωμεθα απολωλαμεν παρανηλωμεθα

28 πας ο απτομενος της σκηνης κυριου αποθνησκει εως εις τελος αποθανωμεν

← Numbers 16   Numbers 18 →
   Studovat vnitřní smysl

Explanation of Numbers 17      

Napsal(a) Henry MacLagan

Verses 1-6. Revelation is made, that the power of truth is manifested according to the good from which it proceeds; that the quality of celestial love is manifested in celestial truth, and that of spiritual love in spiritual truth; that all truths are derived from Divine Good; that truth conjoined with good is powerful in good works; and that he who is in this state is no longer in temptation.

Verses 7-9. Again: all truths are acknowledged to be from the Lord through the celestial heavens; and hence when man enters into interior states through the reception of good, his truths are conjoined with good, and particularly is celestial good conjoined with its truth, thereby producing the fructification of good and truth, in successive degrees, in all the heavens; and hence it is made manifest that every one has truths in their power, according to his good from the Lord.

Verses 10-13. And revelation is therefore made that celestial truth from celestial good is inmost truth, in which is all power to govern lower truths; and the spiritual man thence confesses that, from himself he is without good and without truth; and that he who, from himself, presumes to approach the Lord in worship, must inevitably suffer spiritual death.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 3858, 4197, 5622, 5922, 8427, 9475, 10177, ...

Apocalypse Revealed 357, 393, 395, 468, 485, 490, 555, ...

True Christian Religion 323


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 324, 392, 431, 444, 496, 727, 768, ...

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 30:26

Leviticus 16:15, 16

Numbers 1:51, 7:1, 9:15, 11:33, 14:2, 5, 9, 10, 16:21, 25:8, 13, 26:10

Joshua 4:7

2 Samuel 24:25

2 Chronicles 19:10, 26:16

Ezra 2:62

Jeremiah 42:20

1 Corinthians 10:10

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Aaron's Rod
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Aaron’s Rod Blossoms
Coloring Page | Ages 7 - 14

 Korah, Dathan, and Abiram
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Rebellions Against Moses and Aaron
Activity | Ages 7 - 14


Přeložit: