Numbers 15

Studovat vnitřní smysl

           

1 και ειπεν κυριος προς μωυσην λεγων

2 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους οταν εισελθητε εις την γην της κατοικησεως υμων ην εγω διδωμι υμιν

3 και ποιησεις ολοκαυτωματα κυριω ολοκαρπωμα η θυσιαν μεγαλυναι ευχην η καθ' εκουσιον η εν ταις εορταις υμων ποιησαι οσμην ευωδιας κυριω ει μεν απο των βοων η απο των προβατων

4 και προσοισει ο προσφερων το δωρον αυτου κυριω θυσιαν σεμιδαλεως δεκατον του οιφι αναπεποιημενης εν ελαιω εν τεταρτω του ιν

5 και οινον εις σπονδην το τεταρτον του ιν ποιησετε επι της ολοκαυτωσεως η επι της θυσιας τω αμνω τω ενι ποιησεις τοσουτο καρπωμα οσμην ευωδιας τω κυριω

6 και τω κριω οταν ποιητε αυτον η εις ολοκαυτωμα η εις θυσιαν ποιησεις θυσιαν σεμιδαλεως δυο δεκατα αναπεποιημενης εν ελαιω το τριτον του ιν

7 και οινον εις σπονδην το τριτον του ιν προσοισετε εις οσμην ευωδιας κυριω

8 εαν δε απο των βοων ποιητε εις ολοκαυτωμα η εις θυσιαν μεγαλυναι ευχην η εις σωτηριον κυριω

9 και προσοισει επι του μοσχου θυσιαν σεμιδαλεως τρια δεκατα αναπεποιημενης εν ελαιω ημισυ του ιν

10 και οινον εις σπονδην το ημισυ του ιν καρπωμα οσμην ευωδιας κυριω

11 ουτως ποιησεις τω μοσχω τω ενι η τω κριω τω ενι η τω αμνω τω ενι εκ των προβατων η εκ των αιγων

12 κατα τον αριθμον ων εαν ποιησητε ουτω ποιησετε τω ενι κατα τον αριθμον αυτων

13 πας ο αυτοχθων ποιησει ουτως τοιαυτα προσενεγκαι καρπωματα εις οσμην ευωδιας κυριω

14 εαν δε προσηλυτος εν υμιν προσγενηται εν τη γη υμων η ος αν γενηται εν υμιν εν ταις γενεαις υμων και ποιησει καρπωμα οσμην ευωδιας κυριω ον τροπον ποιειτε υμεις ουτως ποιησει η συναγωγη κυριω

15 νομος εις εσται υμιν και τοις προσηλυτοις τοις προσκειμενοις εν υμιν νομος αιωνιος εις γενεας υμων ως υμεις και ο προσηλυτος εσται εναντι κυριου

16 νομος εις εσται και δικαιωμα εν εσται υμιν και τω προσηλυτω τω προσκειμενω εν υμιν

17 και ελαλησεν κυριος προς μωυσην λεγων

18 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους εν τω εισπορευεσθαι υμας εις την γην εις ην εγω εισαγω υμας εκει

19 και εσται οταν εσθητε υμεις απο των αρτων της γης αφελειτε αφαιρεμα αφορισμα κυριω

20 απαρχην φυραματος υμων αρτον αφαιρεμα αφοριειτε αυτο ως αφαιρεμα απο αλω ουτως αφελειτε αυτον

21 απαρχην φυραματος υμων και δωσετε κυριω αφαιρεμα εις τας γενεας υμων

22 οταν δε διαμαρτητε και μη ποιησητε πασας τας εντολας ταυτας ας ελαλησεν κυριος προς μωυσην

23 καθα συνεταξεν κυριος προς υμας εν χειρι μωυση απο της ημερας ης συνεταξεν κυριος προς υμας και επεκεινα εις τας γενεας υμων

24 και εσται εαν εξ οφθαλμων της συναγωγης γενηθη ακουσιως και ποιησει πασα η συναγωγη μοσχον ενα εκ βοων αμωμον εις ολοκαυτωμα εις οσμην ευωδιας κυριω και θυσιαν τουτου και σπονδην αυτου κατα την συνταξιν και χιμαρον εξ αιγων ενα περι αμαρτιας

25 και εξιλασεται ο ιερευς περι πασης συναγωγης υιων ισραηλ και αφεθησεται αυτοις οτι ακουσιον εστιν και αυτοι ηνεγκαν το δωρον αυτων καρπωμα κυριω περι της αμαρτιας αυτων εναντι κυριου περι των ακουσιων αυτων

26 και αφεθησεται κατα πασαν συναγωγην υιων ισραηλ και τω προσηλυτω τω προσκειμενω προς υμας οτι παντι τω λαω ακουσιον

27 εαν δε ψυχη μια αμαρτη ακουσιως προσαξει αιγα μιαν ενιαυσιαν περι αμαρτιας

28 και εξιλασεται ο ιερευς περι της ψυχης της ακουσιασθεισης και αμαρτουσης ακουσιως εναντι κυριου εξιλασασθαι περι αυτου

29 τω εγχωριω εν υιοις ισραηλ και τω προσηλυτω τω προσκειμενω εν αυτοις νομος εις εσται αυτοις ος αν ποιηση ακουσιως

30 και ψυχη ητις ποιησει εν χειρι υπερηφανιας απο των αυτοχθονων η απο των προσηλυτων τον θεον ουτος παροξυνει εξολεθρευθησεται η ψυχη εκεινη εκ του λαου αυτης

31 οτι το ρημα κυριου εφαυλισεν και τας εντολας αυτου διεσκεδασεν εκτριψει εκτριβησεται η ψυχη εκεινη η αμαρτια αυτης εν αυτη

32 και ησαν οι υιοι ισραηλ εν τη ερημω και ευρον ανδρα συλλεγοντα ξυλα τη ημερα των σαββατων

33 και προσηγαγον αυτον οι ευροντες αυτον συλλεγοντα ξυλα τη ημερα των σαββατων προς μωυσην και ααρων και προς πασαν συναγωγην υιων ισραηλ

34 και απεθεντο αυτον εις φυλακην ου γαρ συνεκριναν τι ποιησωσιν αυτον

35 και ελαλησεν κυριος προς μωυσην λεγων θανατω θανατουσθω ο ανθρωπος λιθοβολησατε αυτον λιθοις πασα η συναγωγη

36 και εξηγαγον αυτον πασα η συναγωγη εξω της παρεμβολης και ελιθοβολησαν αυτον πασα η συναγωγη λιθοις εξω της παρεμβολης καθα συνεταξεν κυριος τω μωυση

37 και ειπεν κυριος προς μωυσην λεγων

38 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους και ποιησατωσαν εαυτοις κρασπεδα επι τα πτερυγια των ιματιων αυτων εις τας γενεας αυτων και επιθησετε επι τα κρασπεδα των πτερυγιων κλωσμα υακινθινον

39 και εσται υμιν εν τοις κρασπεδοις και οψεσθε αυτα και μνησθησεσθε πασων των εντολων κυριου και ποιησετε αυτας και ου διαστραφησεσθε οπισω των διανοιων υμων και οπισω των οφθαλμων υμων εν οις υμεις εκπορνευετε οπισω αυτων

40 οπως αν μνησθητε και ποιησητε πασας τας εντολας μου και εσεσθε αγιοι τω θεω υμων

41 εγω κυριος ο θεος υμων ο εξαγαγων υμας εκ γης αιγυπτου ειναι υμων θεος εγω κυριος ο θεος υμων

  
   Studovat vnitřní smysl

Explanation of Numbers 15      

Napsal(a) Henry MacLagan

Verses 1-16. Concerning the worship of the Lord outwardly in various states of heaven and the church, namely, that it increases in fullness and intensity according to the degree in which the good of innocence increases, beginning in the inmost, descending also to the interior, and finally occupying the external man, and thus every degree of man's life.

Verses 17-21. Concerning the appropriation of good, when it is confirmed and established in the heavenly state, that then it is fully vivified from the Lord both by acknowledgement and perception.

Verses 22-31. Concerning errors through ignorance or inadvertence, and amendment in consequence, through the worship of the Lord by consecration to Him, and for the removal of the evil in order that the external man may be fully harmonized with the internal, and the whole man with the Lord.

Verses 32-36. Concerning the claiming of merit, even when man is in a prevailing state of good and truth conjoined, and the method of its removal and rejection.

Verses 37-41. And concerning the study of the Word in its literal sense in order that its particulars may be known, imbibed and practised; and in order that all merely selfish love and intelligence by which its truths are continually falsified may be removed.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 2177, 2180


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 922, 925, 1071, 1463, 1947, 2276, 2280, ...

Apocalypse Revealed 242, 278, 316, 450, 623, 778

Doctrine of Life 2, 79

Heaven and Hell 287


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 141, 279, 324, 365, 376, 576, 655, ...

Jiný komentář

  Příběhy:


  Biblická studia:  (see all)



Skočit na podobné biblické verše

Exodus 6:7, 12:14, 49, 18:14, 15, 22, 20:8, 23:19, 28:43, 29:40, 30:33, 31:14

Leviticus 1:2, 9, 13, 17, 2:12, 4:2, 13, 20, 22, 26, 27, 31, 35, 6:14, 7:16, 11:44, 22:18, 33, 23:13, 17, 19, 23, 24:14

Numbers 6:15, 7:13, 9:13, 28:5, 7, 13, 14, 29:6

Deuteronomy 17:12, 22:12

Joshua 8:33

1 Samuel 3:14

2 Samuel 12:9

1 Kings 8:41, 42, 21:13

2 Chronicles 29:35

Ezra 7:17

Nehemiah 10:38

Esther 9:27

Job 31:7

Psalms 103:18

Proverbs 3:9

Ezekiel 6:9, 44:30

Matthew 9:20, 23:5

Acts of the Apostles 7:58

Romans 11:16, 12:1

Philippians 2:17

Hebrews 2, 5:2

2 Peter 1:15

Významy biblických slov

εισαγω
All changes of place in the Bible represent changes in spiritual state. “Entering” – usually used as entering someone’s house or “going in unto” someone...


Přeložit: