Numbers 14

Studovat vnitřní smysl

           

1 και αναλαβουσα πασα η συναγωγη εδωκεν φωνην και εκλαιεν ο λαος ολην την νυκτα εκεινην

2 και διεγογγυζον επι μωυσην και ααρων παντες οι υιοι ισραηλ και ειπαν προς αυτους πασα η συναγωγη οφελον απεθανομεν εν γη αιγυπτω η εν τη ερημω ταυτη ει απεθανομεν

3 και ινα τι κυριος εισαγει ημας εις την γην ταυτην πεσειν εν πολεμω αι γυναικες ημων και τα παιδια εσονται εις διαρπαγην νυν ουν βελτιον ημιν εστιν αποστραφηναι εις αιγυπτον

4 και ειπαν ετερος τω ετερω δωμεν αρχηγον και αποστρεψωμεν εις αιγυπτον

5 και επεσεν μωυσης και ααρων επι προσωπον εναντιον πασης συναγωγης υιων ισραηλ

6 ιησους δε ο του ναυη και χαλεβ ο του ιεφοννη των κατασκεψαμενων την γην διερρηξαν τα ιματια αυτων

7 και ειπαν προς πασαν συναγωγην υιων ισραηλ λεγοντες η γη ην κατεσκεψαμεθα αυτην αγαθη εστιν σφοδρα σφοδρα

8 ει αιρετιζει ημας κυριος εισαξει ημας εις την γην ταυτην και δωσει αυτην ημιν γη ητις εστιν ρεουσα γαλα και μελι

9 αλλα απο του κυριου μη αποσταται γινεσθε υμεις δε μη φοβηθητε τον λαον της γης οτι καταβρωμα ημιν εστιν αφεστηκεν γαρ ο καιρος απ' αυτων ο δε κυριος εν ημιν μη φοβηθητε αυτους

10 και ειπεν πασα η συναγωγη καταλιθοβολησαι αυτους εν λιθοις και η δοξα κυριου ωφθη εν νεφελη επι της σκηνης του μαρτυριου εν πασι τοις υιοις ισραηλ

11 και ειπεν κυριος προς μωυσην εως τινος παροξυνει με ο λαος ουτος και εως τινος ου πιστευουσιν μοι εν πασιν τοις σημειοις οις εποιησα εν αυτοις

12 παταξω αυτους θανατω και απολω αυτους και ποιησω σε και τον οικον του πατρος σου εις εθνος μεγα και πολυ μαλλον η τουτο

13 και ειπεν μωυσης προς κυριον και ακουσεται αιγυπτος οτι ανηγαγες τη ισχυι σου τον λαον τουτον εξ αυτων

14 αλλα και παντες οι κατοικουντες επι της γης ταυτης ακηκοασιν οτι συ ει κυριος εν τω λαω τουτω οστις οφθαλμοις κατ' οφθαλμους οπταζη κυριε και η νεφελη σου εφεστηκεν επ' αυτων και εν στυλω νεφελης συ πορευη προτερος αυτων την ημεραν και εν στυλω πυρος την νυκτα

15 και εκτριψεις τον λαον τουτον ωσει ανθρωπον ενα και ερουσιν τα εθνη οσοι ακηκοασιν το ονομα σου λεγοντες

16 παρα το μη δυνασθαι κυριον εισαγαγειν τον λαον τουτον εις την γην ην ωμοσεν αυτοις κατεστρωσεν αυτους εν τη ερημω

17 και νυν υψωθητω η ισχυς σου κυριε ον τροπον ειπας λεγων

18 κυριος μακροθυμος και πολυελεος και αληθινος αφαιρων ανομιας και αδικιας και αμαρτιας και καθαρισμω ου καθαριει τον ενοχον αποδιδους αμαρτιας πατερων επι τεκνα εως τριτης και τεταρτης

19 αφες την αμαρτιαν τω λαω τουτω κατα το μεγα ελεος σου καθαπερ ιλεως αυτοις εγενου απ' αιγυπτου εως του νυν

20 και ειπεν κυριος προς μωυσην ιλεως αυτοις ειμι κατα το ρημα σου

21 αλλα ζω εγω και ζων το ονομα μου και εμπλησει η δοξα κυριου πασαν την γην

22 οτι παντες οι ανδρες οι ορωντες την δοξαν μου και τα σημεια α εποιησα εν αιγυπτω και εν τη ερημω ταυτη και επειρασαν με τουτο δεκατον και ουκ εισηκουσαν μου της φωνης

23 η μην ουκ οψονται την γην ην ωμοσα τοις πατρασιν αυτων αλλ' η τα τεκνα αυτων α εστιν μετ' εμου ωδε οσοι ουκ οιδασιν αγαθον ουδε κακον πας νεωτερος απειρος τουτοις δωσω την γην παντες δε οι παροξυναντες με ουκ οψονται αυτην

24 ο δε παις μου χαλεβ οτι εγενηθη πνευμα ετερον εν αυτω και επηκολουθησεν μοι εισαξω αυτον εις την γην εις ην εισηλθεν εκει και το σπερμα αυτου κληρονομησει αυτην

25 ο δε αμαληκ και ο χαναναιος κατοικουσιν εν τη κοιλαδι αυριον επιστραφητε υμεις και απαρατε εις την ερημον οδον θαλασσαν ερυθραν

26 και ειπεν κυριος προς μωυσην και ααρων λεγων

27 εως τινος την συναγωγην την πονηραν ταυτην α αυτοι γογγυζουσιν εναντιον εμου την γογγυσιν των υιων ισραηλ ην εγογγυσαν περι υμων ακηκοα

28 ειπον αυτοις ζω εγω λεγει κυριος η μην ον τροπον λελαληκατε εις τα ωτα μου ουτως ποιησω υμιν

29 εν τη ερημω ταυτη πεσειται τα κωλα υμων και πασα η επισκοπη υμων και οι κατηριθμημενοι υμων απο εικοσαετους και επανω οσοι εγογγυσαν επ' εμοι

30 ει υμεις εισελευσεσθε εις την γην εφ' ην εξετεινα την χειρα μου κατασκηνωσαι υμας επ' αυτης αλλ' η χαλεβ υιος ιεφοννη και ιησους ο του ναυη

31 και τα παιδια α ειπατε εν διαρπαγη εσεσθαι εισαξω αυτους εις την γην και κληρονομησουσιν την γην ην υμεις απεστητε απ' αυτης

32 και τα κωλα υμων πεσειται εν τη ερημω ταυτη

33 οι δε υιοι υμων εσονται νεμομενοι εν τη ερημω τεσσαρακοντα ετη και ανοισουσιν την πορνειαν υμων εως αν αναλωθη τα κωλα υμων εν τη ερημω

34 κατα τον αριθμον των ημερων οσας κατεσκεψασθε την γην τεσσαρακοντα ημερας ημεραν του ενιαυτου λημψεσθε τας αμαρτιας υμων τεσσαρακοντα ετη και γνωσεσθε τον θυμον της οργης μου

35 εγω κυριος ελαλησα η μην ουτως ποιησω τη συναγωγη τη πονηρα ταυτη τη επισυνεσταμενη επ' εμε εν τη ερημω ταυτη εξαναλωθησονται και εκει αποθανουνται

36 και οι ανθρωποι ους απεστειλεν μωυσης κατασκεψασθαι την γην και παραγενηθεντες διεγογγυσαν κατ' αυτης προς την συναγωγην εξενεγκαι ρηματα πονηρα περι της γης

37 και απεθανον οι ανθρωποι οι κατειπαντες κατα της γης πονηρα εν τη πληγη εναντι κυριου

38 και ιησους υιος ναυη και χαλεβ υιος ιεφοννη εζησαν απο των ανθρωπων εκεινων των πεπορευμενων κατασκεψασθαι την γην

39 και ελαλησεν μωυσης τα ρηματα ταυτα προς παντας υιους ισραηλ και επενθησεν ο λαος σφοδρα

40 και ορθρισαντες το πρωι ανεβησαν εις την κορυφην του ορους λεγοντες ιδου οιδε ημεις αναβησομεθα εις τον τοπον ον ειπεν κυριος οτι ημαρτομεν

41 και ειπεν μωυσης ινα τι υμεις παραβαινετε το ρημα κυριου ουκ ευοδα εσται υμιν

42 μη αναβαινετε ου γαρ εστιν κυριος μεθ' υμων και πεσεισθε προ προσωπου των εχθρων υμων

43 οτι ο αμαληκ και ο χαναναιος εκει εμπροσθεν υμων και πεσεισθε μαχαιρα ου εινεκεν απεστραφητε απειθουντες κυριω και ουκ εσται κυριος εν υμιν

44 και διαβιασαμενοι ανεβησαν επι την κορυφην του ορους η δε κιβωτος της διαθηκης κυριου και μωυσης ουκ εκινηθησαν εκ της παρεμβολης

45 και κατεβη ο αμαληκ και ο χαναναιος ο εγκαθημενος εν τω ορει εκεινω και ετρεψαντο αυτους και κατεκοψαν αυτους εως ερμαν και απεστραφησαν εις την παρεμβολην

  
   Studovat vnitřní smysl

Explanation of Numbers 14      

Napsal(a) Henry MacLagan

Verses 1-10. A continuation of the closing subject of the last chapter, describing more particularly the state of temptation and its effect with the wicked and with the good.

Verses 11-25. Revelation from the Lord that those who are merely natural will persist in their hatred of good, while the good will be delivered; including a description of the state of the good during the temptation, and of consolation given to them, notwithstanding that their temptation may continue.

Verses 26-39. Further, there is revelation giving a more particular description of the experiences of the wicked, of their vastation, and of the preservation of those who are established in good and truth.

Verses 40-45. Concerning the attempt of those who are in merely external worship without any genuine spiritual life to overcome evil by and from themselves, and the consequences thereof.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 730, 2148, 2184, 2466, 4290, 4402, 4759, ...

Apocalypse Revealed 101, 134, 322, 598, 629

Doctrine of the Sacred Scripture 51

Doctrine of Life 59, 79

True Christian Religion 226, 284, 780


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 141, 392, 532, 594, 619, 633, 675, ...

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 31:7

Exodus 8:9, 9:16, 13:21, 14:11, 13, 16:9, 10, 28, 17:4, 20:5, 23:21, 32:10, 11, 12, 14, 32, 33:4, 16

Leviticus 10:2

Numbers 1:45, 9:15, 11:4, 20, 13:6, 13, 25, 27, 29, 30, 14:2, 11, 27, 28, 16:4, 19, 35, 17:6, 7, 10, 20:2, 3, 21:3, 23:19, 26:64, 65, 32:11, 12, 13

Deuteronomy 1:19, 21, 5:4, 24, 9:23, 26, 28, 20:3, 32:40

Joshua 5:6, 7:9, 12, 14:6, 8, 10, 12

Judges 1:17, 11:16, 35, 16:20, 18:9

1 Samuel 4:2, 15:19, 27:8

2 Kings 18:32

2 Chronicles 15:2, 20:17, 24:20

Nehemiah 9:17, 24

Job 21:19

Psalms 44:10, 46:8, 57:6, 72:19, 78:32, 33, 86:15, 95:11, 106:24, 25, 26, 147:11

Isaiah 8:10

Jeremiah 18:10, 32:18, 42:14, 19

Lamentations 5:7

Ezekiel 4:6, 20:9, 13, 36, 23:35

Daniel 9:19

Hosea 12

Amos 7:2, 5

Matthew 17:17

John 12:37

Acts of the Apostles 7:39

Romans 8:31

1 Corinthians 10:5, 10

Hebrews 3:9, 11, 16, 17

Jude 1:5

Významy biblických slov

Γη
Generally in the Bible a "country" means a political subdivision ruled by a king, or sometimes a tribe with a territory ruled by a king...

Εθνος
'A nation,' as in Genesis 21:18, signifies the spiritual church which should receive the good of faith. Nation from afar,' as in Jeremiah 5:17, signifies...

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 The Spies Return
Activity | Ages 7 - 14

 The Twelve Spies
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Twelve Spies Sent into Canaan
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6


Přeložit: