Numbers 13

Studovat vnitřní smysl

           

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 αποστειλον σεαυτω ανδρας και κατασκεψασθωσαν την γην των χαναναιων ην εγω διδωμι τοις υιοις ισραηλ εις κατασχεσιν ανδρα ενα κατα φυλην κατα δημους πατριων αυτων αποστελεις αυτους παντα αρχηγον εξ αυτων

3 και εξαπεστειλεν αυτους μωυσης εκ της ερημου φαραν δια φωνης κυριου παντες ανδρες αρχηγοι υιων ισραηλ ουτοι

4 και ταυτα τα ονοματα αυτων της φυλης ρουβην σαλαμιηλ υιος ζακχουρ

5 της φυλης συμεων σαφατ υιος σουρι

6 της φυλης ιουδα χαλεβ υιος ιεφοννη

7 της φυλης ισσαχαρ ιγααλ υιος ιωσηφ

8 της φυλης εφραιμ αυση υιος ναυη

9 της φυλης βενιαμιν φαλτι υιος ραφου

10 της φυλης ζαβουλων γουδιηλ υιος σουδι

11 της φυλης ιωσηφ των υιων μανασση γαδδι υιος σουσι

12 της φυλης δαν αμιηλ υιος γαμαλι

13 της φυλης ασηρ σαθουρ υιος μιχαηλ

14 της φυλης νεφθαλι ναβι υιος ιαβι

15 της φυλης γαδ γουδιηλ υιος μακχι

16 ταυτα τα ονοματα των ανδρων ους απεστειλεν μωυσης κατασκεψασθαι την γην και επωνομασεν μωυσης τον αυση υιον ναυη ιησουν

17 και απεστειλεν αυτους μωυσης κατασκεψασθαι την γην χανααν και ειπεν προς αυτους αναβητε ταυτη τη ερημω και αναβησεσθε εις το ορος

18 και οψεσθε την γην τις εστιν και τον λαον τον εγκαθημενον επ' αυτης ει ισχυροτερος εστιν η ασθενης ει ολιγοι εισιν η πολλοι

19 και τις η γη εις ην ουτοι εγκαθηνται επ' αυτης ει καλη εστιν η πονηρα και τινες αι πολεις εις ας ουτοι κατοικουσιν εν αυταις ει εν τειχηρεσιν η εν ατειχιστοις

20 και τις η γη ει πιων η παρειμενη ει εστιν εν αυτη δενδρα η ου και προσκαρτερησαντες λημψεσθε απο των καρπων της γης και αι ημεραι ημεραι εαρος προδρομοι σταφυλης

21 και αναβαντες κατεσκεψαντο την γην απο της ερημου σιν εως ρααβ εισπορευομενων εφααθ

22 και ανεβησαν κατα την ερημον και ηλθον εως χεβρων και εκει αχιμαν και σεσσι και θελαμιν γενεαι εναχ και χεβρων επτα ετεσιν ωκοδομηθη προ του τανιν αιγυπτου

23 και ηλθοσαν εως φαραγγος βοτρυος και κατεσκεψαντο αυτην και εκοψαν εκειθεν κλημα και βοτρυν σταφυλης ενα επ' αυτου και ηραν αυτον επ' αναφορευσιν και απο των ροων και απο των συκων

24 τον τοπον εκεινον επωνομασαν φαραγξ βοτρυος δια τον βοτρυν ον εκοψαν εκειθεν οι υιοι ισραηλ

25 και απεστρεψαν εκειθεν κατασκεψαμενοι την γην μετα τεσσαρακοντα ημερας

26 και πορευθεντες ηλθον προς μωυσην και ααρων και προς πασαν συναγωγην υιων ισραηλ εις την ερημον φαραν καδης και απεκριθησαν αυτοις ρημα και παση τη συναγωγη και εδειξαν τον καρπον της γης

27 και διηγησαντο αυτω και ειπαν ηλθαμεν εις την γην εις ην απεστειλας ημας γην ρεουσαν γαλα και μελι και ουτος ο καρπος αυτης

28 αλλ' η οτι θρασυ το εθνος το κατοικουν επ' αυτης και αι πολεις οχυραι τετειχισμεναι και μεγαλαι σφοδρα και την γενεαν εναχ εωρακαμεν εκει

29 και αμαληκ κατοικει εν τη γη τη προς νοτον και ο χετταιος και ο ευαιος και ο ιεβουσαιος και ο αμορραιος κατοικει εν τη ορεινη και ο χαναναιος κατοικει παρα θαλασσαν και παρα τον ιορδανην ποταμον

30 και κατεσιωπησεν χαλεβ τον λαον προς μωυσην και ειπεν αυτω ουχι αλλα αναβαντες αναβησομεθα και κατακληρονομησομεν αυτην οτι δυνατοι δυνησομεθα προς αυτους

31 και οι ανθρωποι οι συναναβαντες μετ' αυτου ειπαν ουκ αναβαινομεν οτι ου μη δυνωμεθα αναβηναι προς το εθνος οτι ισχυροτερον εστιν ημων μαλλον

32 και εξηνεγκαν εκστασιν της γης ην κατεσκεψαντο αυτην προς τους υιους ισραηλ λεγοντες την γην ην παρηλθομεν αυτην κατασκεψασθαι γη κατεσθουσα τους κατοικουντας επ' αυτης εστιν πας ο λαος ον εωρακαμεν εν αυτη ανδρες υπερμηκεις

33 και εκει εωρακαμεν τους γιγαντας και ημεν ενωπιον αυτων ωσει ακριδες αλλα και ουτως ημεν ενωπιον αυτων

  
   Studovat vnitřní smysl

Explanation of Numbers 13      

Napsal(a) Henry MacLagan

Verses 1-3. On self-examination, by means of truths, and by means of Divine light from the Lord's Divine Human, of the inmost of his life by man.

Verses 4-16. Concerning the general truths by which this examination is effected.

Verses 17-21. The extension of it is from where truth and good are in obscurity and coldness through the multiplication of truths advancing to a zealous state of natural good and its truths confirmed in ultimates.

Verses 22-25. It leads, also, by means of interior light and perception to the discovery of persuasions of falsity from the pride of selfish love, as well as to the perception of charity in its general form of natural truth and natural good, involving a complete state of trial and temptation.

Verses 26-33. The effect of this examination, through instruction, upon the evil and upon the good.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 567, 581, 1444, 1673, 1676, 1678, 1679, ...

Apocalypse Revealed 349, 424, 623


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 403, 431, 543, 619, 865, 918

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 6:4, 13:18, 15:20, 21, 35:22, 23

Exodus 3:8, 17, 17:8, 9

Numbers 10:12, 13:1, 2, 3, 13, 16, 26, 14:1, 6, 7, 8, 9, 34, 45, 16:13, 14, 20:1, 27:18, 32:7, 8, 9, 33:36, 34:3, 8, 17, 18, 19

Deuteronomy 1:19, 7:1, 18, 21, 8:8, 20:17, 31:6, 7, 8, 32:44

Joshua 2:1, 3:10, 12, 5:1, 9:1, 10:40, 11:21, 14:6, 7, 8, 12, 15:14

Judges 3:5, 18:28

1 Samuel 17:24, 27:8

1 Chronicles 4:15, 7:27

Nehemiah 9:8

Psalms 78:12, 106:24

Isaiah 19:11

Ezekiel 36:12, 13

Amos 2:9, 10

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Correspondences of the Vegetable Kingdom
Illustrations of three stories in the Word that talk about plants. (Quotations are the King James translation.)
Coloring Page | Ages 7 - 14

 Fear of the Giants
Worship Talk | Ages 7 - 14

 The Spies and the Giants of Canaan
Coloring Page | Ages 7 - 14

 The Spies Bring Grapes, Pomegranates, and Figs
Coloring Page | Ages 7 - 14

 The Spies Return
Coloring Page | Ages 7 - 14

 The Spies Return
Activity | Ages 7 - 14

 The Twelve Spies
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Twelve Spies Sent into Canaan
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6


Přeložit: