Micah 5

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Micah 4   Micah 6 →

1 και συ βηθλεεμ οικος του εφραθα ολιγοστος ει του ειναι εν χιλιασιν ιουδα εκ σου μοι εξελευσεται του ειναι εις αρχοντα εν τω ισραηλ και αι εξοδοι αυτου απ' αρχης εξ ημερων αιωνος

2 δια τουτο δωσει αυτους εως καιρου τικτουσης τεξεται και οι επιλοιποι των αδελφων αυτων επιστρεψουσιν επι τους υιους ισραηλ

3 και στησεται και οψεται και ποιμανει το ποιμνιον αυτου εν ισχυι κυριου και εν τη δοξη του ονοματος κυριου του θεου αυτων υπαρξουσιν διοτι νυν μεγαλυνθησεται εως ακρων της γης

4 και εσται αυτη ειρηνη οταν ασσυριος επελθη επι την γην υμων και οταν επιβη επι την χωραν υμων και επεγερθησονται επ' αυτον επτα ποιμενες και οκτω δηγματα ανθρωπων

5 και ποιμανουσιν τον ασσουρ εν ρομφαια και την γην του νεβρωδ εν τη ταφρω αυτης και ρυσεται εκ του ασσουρ οταν επελθη επι την γην υμων και οταν επιβη επι τα ορια υμων

6 και εσται το υπολειμμα του ιακωβ εν τοις εθνεσιν εν μεσω λαων πολλων ως δροσος παρα κυριου πιπτουσα και ως αρνες επι αγρωστιν οπως μη συναχθη μηδεις μηδε υποστη εν υιοις ανθρωπων

7 και εσται το υπολειμμα του ιακωβ εν τοις εθνεσιν εν μεσω λαων πολλων ως λεων εν κτηνεσιν εν τω δρυμω και ως σκυμνος εν ποιμνιοις προβατων ον τροπον οταν διελθη και διαστειλας αρπαση και μη η ο εξαιρουμενος

8 υψωθησεται η χειρ σου επι τους θλιβοντας σε και παντες οι εχθροι σου εξολεθρευθησονται

9 και εσται εν εκεινη τη ημερα λεγει κυριος εξολεθρευσω τους ιππους σου εκ μεσου σου και απολω τα αρματα σου

10 και εξολεθρευσω τας πολεις της γης σου και εξαρω παντα τα οχυρωματα σου

11 και εξαρω τα φαρμακα σου εκ των χειρων σου και αποφθεγγομενοι ουκ εσονται εν σοι

12 και εξολεθρευσω τα γλυπτα σου και τας στηλας σου εκ μεσου σου και ουκετι μη προσκυνησης τοις εργοις των χειρων σου

13 και εκκοψω τα αλση σου εκ μεσου σου και αφανιω τας πολεις σου

14 και ποιησω εν οργη και εν θυμω εκδικησιν εν τοις εθνεσιν ανθ' ων ουκ εισηκουσαν

← Micah 4   Micah 6 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 219

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 468, 1186, 2135, 2722, 3579, 4594, 5201 ...

Apocalypse Revealed 47, 81, 241, 291, 459

The Lord 4, 6, 37, 38

Ukázat odkazy z nepublikovaných děl Swedenborga




Přeložit:
Sdílet: