Leviticus 8

Studovat vnitřní smysl

← Leviticus 7   Leviticus 9 →         

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 λαβε ααρων και τους υιους αυτου και τας στολας αυτου και το ελαιον της χρισεως και τον μοσχον τον περι της αμαρτιας και τους δυο κριους και το κανουν των αζυμων

3 και πασαν την συναγωγην εκκλησιασον επι την θυραν της σκηνης του μαρτυριου

4 και εποιησεν μωυσης ον τροπον συνεταξεν αυτω κυριος και εξεκκλησιασεν την συναγωγην επι την θυραν της σκηνης του μαρτυριου

5 και ειπεν μωυσης τη συναγωγη τουτο εστιν το ρημα ο ενετειλατο κυριος ποιησαι

6 και προσηνεγκεν μωυσης τον ααρων και τους υιους αυτου και ελουσεν αυτους υδατι

7 και ενεδυσεν αυτον τον χιτωνα και εζωσεν αυτον την ζωνην και ενεδυσεν αυτον τον υποδυτην και επεθηκεν επ' αυτον την επωμιδα και συνεζωσεν αυτον κατα την ποιησιν της επωμιδος και συνεσφιγξεν αυτον εν αυτη

8 και επεθηκεν επ' αυτην το λογειον και επεθηκεν επι το λογειον την δηλωσιν και την αληθειαν

9 και επεθηκεν την μιτραν επι την κεφαλην αυτου και επεθηκεν επι την μιτραν κατα προσωπον αυτου το πεταλον το χρυσουν το καθηγιασμενον αγιον ον τροπον συνεταξεν κυριος τω μωυση

10 και ελαβεν μωυσης απο του ελαιου της χρισεως

11 και ερρανεν απ' αυτου επι το θυσιαστηριον επτακις και εχρισεν το θυσιαστηριον και ηγιασεν αυτο και παντα τα σκευη αυτου και τον λουτηρα και την βασιν αυτου και ηγιασεν αυτα και εχρισεν την σκηνην και παντα τα εν αυτη και ηγιασεν αυτην

12 και επεχεεν μωυσης απο του ελαιου της χρισεως επι την κεφαλην ααρων και εχρισεν αυτον και ηγιασεν αυτον

13 και προσηγαγεν μωυσης τους υιους ααρων και ενεδυσεν αυτους χιτωνας και εζωσεν αυτους ζωνας και περιεθηκεν αυτοις κιδαρεις καθαπερ συνεταξεν κυριος τω μωυση

14 και προσηγαγεν μωυσης τον μοσχον τον περι της αμαρτιας και επεθηκεν ααρων και οι υιοι αυτου τας χειρας επι την κεφαλην του μοσχου του της αμαρτιας

15 και εσφαξεν αυτον και ελαβεν μωυσης απο του αιματος και επεθηκεν επι τα κερατα του θυσιαστηριου κυκλω τω δακτυλω και εκαθαρισεν το θυσιαστηριον και το αιμα εξεχεεν επι την βασιν του θυσιαστηριου και ηγιασεν αυτο του εξιλασασθαι επ' αυτου

16 και ελαβεν μωυσης παν το στεαρ το επι των ενδοσθιων και τον λοβον τον επι του ηπατος και αμφοτερους τους νεφρους και το στεαρ το επ' αυτων και ανηνεγκεν μωυσης επι το θυσιαστηριον

17 και τον μοσχον και την βυρσαν αυτου και τα κρεα αυτου και την κοπρον αυτου και κατεκαυσεν αυτα πυρι εξω της παρεμβολης ον τροπον συνεταξεν κυριος τω μωυση

18 και προσηγαγεν μωυσης τον κριον τον εις ολοκαυτωμα και επεθηκεν ααρων και οι υιοι αυτου τας χειρας αυτων επι την κεφαλην του κριου

19 και εσφαξεν μωυσης τον κριον και προσεχεεν μωυσης το αιμα επι το θυσιαστηριον κυκλω

20 και τον κριον εκρεανομησεν κατα μελη και ανηνεγκεν μωυσης την κεφαλην και τα μελη και το στεαρ

21 και την κοιλιαν και τους ποδας επλυνεν υδατι και ανηνεγκεν μωυσης ολον τον κριον επι το θυσιαστηριον ολοκαυτωμα ο εστιν εις οσμην ευωδιας καρπωμα εστιν τω κυριω καθαπερ ενετειλατο κυριος τω μωυση

22 και προσηγαγεν μωυσης τον κριον τον δευτερον κριον τελειωσεως και επεθηκεν ααρων και οι υιοι αυτου τας χειρας αυτων επι την κεφαλην του κριου

23 και εσφαξεν αυτον και ελαβεν μωυσης απο του αιματος αυτου και επεθηκεν επι τον λοβον του ωτος ααρων του δεξιου και επι το ακρον της χειρος της δεξιας και επι το ακρον του ποδος του δεξιου

24 και προσηγαγεν μωυσης τους υιους ααρων και επεθηκεν μωυσης απο του αιματος επι τους λοβους των ωτων των δεξιων και επι τα ακρα των χειρων αυτων των δεξιων και επι τα ακρα των ποδων αυτων των δεξιων και προσεχεεν μωυσης το αιμα επι το θυσιαστηριον κυκλω

25 και ελαβεν το στεαρ και την οσφυν και το στεαρ το επι της κοιλιας και τον λοβον του ηπατος και τους δυο νεφρους και το στεαρ το επ' αυτων και τον βραχιονα τον δεξιον

26 και απο του κανου της τελειωσεως του οντος εναντι κυριου ελαβεν αρτον ενα αζυμον και αρτον εξ ελαιου ενα και λαγανον εν και επεθηκεν επι το στεαρ και τον βραχιονα τον δεξιον

27 και επεθηκεν απαντα επι τας χειρας ααρων και επι τας χειρας των υιων αυτου και ανηνεγκεν αυτα αφαιρεμα εναντι κυριου

28 και ελαβεν μωυσης απο των χειρων αυτων και ανηνεγκεν αυτα μωυσης επι το θυσιαστηριον επι το ολοκαυτωμα της τελειωσεως ο εστιν οσμη ευωδιας καρπωμα εστιν τω κυριω

29 και λαβων μωυσης το στηθυνιον αφειλεν αυτο επιθεμα εναντι κυριου απο του κριου της τελειωσεως και εγενετο μωυση εν μεριδι καθα ενετειλατο κυριος τω μωυση

30 και ελαβεν μωυσης απο του ελαιου της χρισεως και απο του αιματος του επι του θυσιαστηριου και προσερρανεν επι ααρων και τας στολας αυτου και τους υιους αυτου και τας στολας των υιων αυτου μετ' αυτου και ηγιασεν ααρων και τας στολας αυτου και τους υιους αυτου και τας στολας των υιων αυτου μετ' αυτου

31 και ειπεν μωυσης προς ααρων και τους υιους αυτου εψησατε τα κρεα εν τη αυλη της σκηνης του μαρτυριου εν τοπω αγιω και εκει φαγεσθε αυτα και τους αρτους τους εν τω κανω της τελειωσεως ον τροπον συντετακται μοι λεγων ααρων και οι υιοι αυτου φαγονται αυτα

32 και το καταλειφθεν των κρεων και των αρτων εν πυρι κατακαυθησεται

33 και απο της θυρας της σκηνης του μαρτυριου ουκ εξελευσεσθε επτα ημερας εως ημερα πληρωθη ημερα τελειωσεως υμων επτα γαρ ημερας τελειωσει τας χειρας υμων

34 καθαπερ εποιησεν εν τη ημερα ταυτη ενετειλατο κυριος του ποιησαι ωστε εξιλασασθαι περι υμων

35 και επι την θυραν της σκηνης του μαρτυριου καθησεσθε επτα ημερας ημεραν και νυκτα φυλαξεσθε τα φυλαγματα κυριου ινα μη αποθανητε ουτως γαρ ενετειλατο μοι κυριος ο θεος

36 και εποιησεν ααρων και οι υιοι αυτου παντας τους λογους ους συνεταξεν κυριος τω μωυση

← Leviticus 7   Leviticus 9 →
   Studovat vnitřní smysl

Explanation of Leviticus 8      

Napsal(a) Henry MacLagan

Verses 1-5. The general subject of the whole chapter is the glorification of the Lord, and, at the same time, the regeneration of man.

Verse 6. And first, with regard to the Lord, there is the putting off of the Human from the mother, and with regard to man purification from actual evil by repentance

Verses 7-13. Then it follows that there is the reception of Divine Truths in successive order, and the conjunction of truth with good giving wisdom and enlightenment

Verses 14-17. Also the natural affections must be purified, in order that they may be brought into harmony with the higher affections

Verses 18-21. Moreover, the spiritual affections must be wholly consecrated to the Lord, and thus the good of innocence must be realized internally as well as externally

Verses 22-30. And now, therefore, the regenerated man is fully inaugurated into the realization of good, and thus into a life of good acting by truth, and consequently into the active life of charity followed by the reciprocal conjunction of truth with good

Verses 31-36. After which there is the full and perpetual appropriation of good without any admixture of evil; and thus is accomplished the glorification of the Lord and the regeneration of man, first by complete separation from all evil, and secondly by the reception of all good and truth embodied in perfect obedience, according to the laws of Divine Order by influx from the Lord and by co-operation on the part of man.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 2830

Apocalypse Explained 204


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 353, 716, 925, 2187, 2832, 3147, 3813, ...

Apocalypse Revealed 10, 242, 278, 378, 379, 392, 438, ...

True Christian Religion 670, 706


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 257, 272, 279, 316, 324, 329, 375, ...

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 28:1, 15, 30, 36, 41, 29:1, 29, 30:25, 29, 40:14, 16

Leviticus 1:4, 9, 13, 17, 4:4, 6, 7, 12, 17, 18, 21, 25, 30, 7:36, 8:9, 12, 13, 21, 30, 36, 10:7, 14:12, 14, 16, 17, 25, 28, 16:4

Numbers 8:9, 12

Psalms 133:2

Ezekiel 43:20, 26

Hebrews 9:21

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 The Number Seven in the Word Crossword Puzzle
Discover stories that include the number seven in the Word.
Activity | Ages 9 - 13


Přeložit: