Leviticus 27

Studovat vnitřní smysl

← Leviticus 26   Numbers 1 →         

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 λαλησον τοις υιοις ισραηλ και ερεις αυτοις ος αν ευξηται ευχην ωστε τιμην της ψυχης αυτου τω κυριω

3 εσται η τιμη του αρσενος απο εικοσαετους εως εξηκονταετους εσται αυτου η τιμη πεντηκοντα διδραχμα αργυριου τω σταθμω τω αγιω

4 της δε θηλειας εσται η συντιμησις τριακοντα διδραχμα

5 εαν δε απο πενταετους εως εικοσι ετων εσται η τιμη του αρσενος εικοσι διδραχμα της δε θηλειας δεκα διδραχμα

6 απο δε μηνιαιου εως πενταετους εσται η τιμη του αρσενος πεντε διδραχμα αργυριου της δε θηλειας τρια διδραχμα

7 εαν δε απο εξηκονταετων και επανω εαν μεν αρσεν η εσται η τιμη πεντεκαιδεκα διδραχμα αργυριου εαν δε θηλεια δεκα διδραχμα

8 εαν δε ταπεινος η τη τιμη στησεται εναντιον του ιερεως και τιμησεται αυτον ο ιερευς καθαπερ ισχυει η χειρ του ευξαμενου τιμησεται αυτον ο ιερευς

9 εαν δε απο των κτηνων των προσφερομενων απ' αυτων δωρον τω κυριω ος αν δω απο τουτων τω κυριω εσται αγιον

10 ουκ αλλαξει αυτο καλον πονηρω ουδε πονηρον καλω εαν δε αλλασσων αλλαξη αυτο κτηνος κτηνει εσται αυτο και το αλλαγμα αγια

11 εαν δε παν κτηνος ακαθαρτον αφ' ων ου προσφερεται απ' αυτων δωρον τω κυριω στησει το κτηνος εναντι του ιερεως

12 και τιμησεται αυτο ο ιερευς ανα μεσον καλου και ανα μεσον πονηρου και καθοτι αν τιμησεται ο ιερευς ουτως στησεται

13 εαν δε λυτρουμενος λυτρωσηται αυτο προσθησει το επιπεμπτον προς την τιμην αυτου

14 και ανθρωπος ος αν αγιαση την οικιαν αυτου αγιαν τω κυριω και τιμησεται αυτην ο ιερευς ανα μεσον καλης και ανα μεσον πονηρας ως αν τιμησεται αυτην ο ιερευς ουτως σταθησεται

15 εαν δε ο αγιασας αυτην λυτρωται την οικιαν αυτου προσθησει επ' αυτο το επιπεμπτον του αργυριου της τιμης και εσται αυτω

16 εαν δε απο του αγρου της κατασχεσεως αυτου αγιαση ανθρωπος τω κυριω και εσται η τιμη κατα τον σπορον αυτου κορου κριθων πεντηκοντα διδραχμα αργυριου

17 εαν δε απο του ενιαυτου της αφεσεως αγιαση τον αγρον αυτου κατα την τιμην αυτου στησεται

18 εαν δε εσχατον μετα την αφεσιν αγιαση τον αγρον αυτου προσλογιειται αυτω ο ιερευς το αργυριον επι τα ετη τα επιλοιπα εως εις τον ενιαυτον της αφεσεως και ανθυφαιρεθησεται απο της συντιμησεως αυτου

19 εαν δε λυτρωται τον αγρον ο αγιασας αυτον προσθησει το επιπεμπτον του αργυριου προς την τιμην αυτου και εσται αυτω

20 εαν δε μη λυτρωται τον αγρον και αποδωται τον αγρον ανθρωπω ετερω ουκετι μη λυτρωσηται αυτον

21 αλλ' εσται ο αγρος εξεληλυθυιας της αφεσεως αγιος τω κυριω ωσπερ η γη η αφωρισμενη τω ιερει εσται κατασχεσις

22 εαν δε απο του αγρου ου κεκτηται ος ουκ εστιν απο του αγρου της κατασχεσεως αυτου αγιαση τω κυριω

23 λογιειται προς αυτον ο ιερευς το τελος της τιμης εκ του ενιαυτου της αφεσεως και αποδωσει την τιμην εν τη ημερα εκεινη αγιον τω κυριω

24 και εν τω ενιαυτω της αφεσεως αποδοθησεται ο αγρος τω ανθρωπω παρ' ου κεκτηται αυτον ου ην η κατασχεσις της γης

25 και πασα τιμη εσται σταθμιοις αγιοις εικοσι οβολοι εσται το διδραχμον

26 και παν πρωτοτοκον ο αν γενηται εν τοις κτηνεσιν σου εσται τω κυριω και ου καθαγιασει ουθεις αυτο εαν τε μοσχον εαν τε προβατον τω κυριω εστιν

27 εαν δε των τετραποδων των ακαθαρτων αλλαξει κατα την τιμην αυτου και προσθησει το επιπεμπτον προς αυτο και εσται αυτω εαν δε μη λυτρωται πραθησεται κατα το τιμημα αυτου

28 παν δε αναθεμα ο εαν αναθη ανθρωπος τω κυριω απο παντων οσα αυτω εστιν απο ανθρωπου εως κτηνους και απο αγρου κατασχεσεως αυτου ουκ αποδωσεται ουδε λυτρωσεται παν αναθεμα αγιον αγιων εσται τω κυριω

29 και παν ο εαν ανατεθη απο των ανθρωπων ου λυτρωθησεται αλλα θανατω θανατωθησεται

30 πασα δεκατη της γης απο του σπερματος της γης και του καρπου του ξυλινου τω κυριω εστιν αγιον τω κυριω

31 εαν δε λυτρωται λυτρω ανθρωπος την δεκατην αυτου το επιπεμπτον προσθησει προς αυτο και εσται αυτω

32 και πασα δεκατη βοων και προβατων και παν ο εαν ελθη εν τω αριθμω υπο την ραβδον το δεκατον εσται αγιον τω κυριω

33 ουκ αλλαξεις καλον πονηρω εαν δε αλλασσων αλλαξης αυτο και το αλλαγμα αυτου εσται αγιον ου λυτρωθησεται

34 αυται εισιν αι εντολαι ας ενετειλατο κυριος τω μωυση προς τους υιους ισραηλ εν τω ορει σινα

← Leviticus 26   Numbers 1 →
   Studovat vnitřní smysl

Explanation of Leviticus 27      

Napsal(a) Henry MacLagan

Verses 1-8. Every one who devotes himself to the Lord deliberately with the consent of the will and understanding, is estimated according to his quality or state as to the reception of good in truth from the Lord.

Verses 9-13. Concerning the devotion of the interior natural affections to the service of the Lord and the estimation of their quality.

Verses 14-15. The same with regard to the exterior natural affections.

Verses 16-25. Concerning the devotion of the exterior natural man as to truth to the service of the Lord and its estimation in differing circumstances.

Verses 26-33. Especially, no one ought to ascribe good to himself, because it is entirely from the Lord; impure natural good, which is not from the Lord, is to be replaced by genuine good; no good from the Lord is to be alienated, or applied to selfish purposes; all remains must be acknowledged to be from the Lord; all good and truth with man must be acknowledged to be from the Lord by remains; and no one is allowed, from his self-derived intelligence, to estimate his own quality.

Verse 34. And all these are the laws of Divine Order from the influx of Divine Good into Divine Truth, for the benefit of the spiritual man out of the pure love and mercy of the Lord.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 576, 649, 2280, 2959, 3325, 5291, 6148, ...


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 548

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 28:22, 37:28, 47:24, 26

Exodus 13:2, 12, 30:13, 38:24

Leviticus 5:7, 11, 15, 16, 21:22, 25:10, 13, 15, 16, 28, 26:46, 27:3, 10, 13, 15, 25, 27, 31, 33

Numbers 3:1, 18:14, 21, 24, 21:2, 28:6, 30:3, 36:13

Deuteronomy 1:3, 23:22, 23, 24

Joshua 6:17

1 Samuel 1:11, 15:3, 8

1 Kings 20:42

2 Kings 12:5

2 Chronicles 31:6

Nehemiah 10:38

Ecclesiastes 5:3

Jeremiah 33:13

Ezekiel 44:29

Matthew 23:23


Přeložit: