Leviticus 24

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Leviticus 23   Leviticus 25 →

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 εντειλαι τοις υιοις ισραηλ και λαβετωσαν μοι ελαιον ελαινον καθαρον κεκομμενον εις φως καυσαι λυχνον δια παντος

3 εξωθεν του καταπετασματος εν τη σκηνη του μαρτυριου καυσουσιν αυτον ααρων και οι υιοι αυτου απο εσπερας εως πρωι ενωπιον κυριου ενδελεχως νομιμον αιωνιον εις τας γενεας υμων

4 επι της λυχνιας της καθαρας καυσετε τους λυχνους εναντι κυριου εως το πρωι

5 και λημψεσθε σεμιδαλιν και ποιησετε αυτην δωδεκα αρτους δυο δεκατων εσται ο αρτος ο εις

6 και επιθησετε αυτους δυο θεματα εξ αρτους το εν θεμα επι την τραπεζαν την καθαραν εναντι κυριου

7 και επιθησετε επι το θεμα λιβανον καθαρον και αλα και εσονται εις αρτους εις αναμνησιν προκειμενα τω κυριω

8 τη ημερα των σαββατων προθησεται εναντι κυριου δια παντος ενωπιον των υιων ισραηλ διαθηκην αιωνιον

9 και εσται ααρων και τοις υιοις αυτου και φαγονται αυτα εν τοπω αγιω εστιν γαρ αγια των αγιων τουτο αυτω απο των θυσιαζομενων τω κυριω νομιμον αιωνιον

10 και εξηλθεν υιος γυναικος ισραηλιτιδος και ουτος ην υιος αιγυπτιου εν τοις υιοις ισραηλ και εμαχεσαντο εν τη παρεμβολη ο εκ της ισραηλιτιδος και ο ανθρωπος ο ισραηλιτης

11 και επονομασας ο υιος της γυναικος της ισραηλιτιδος το ονομα κατηρασατο και ηγαγον αυτον προς μωυσην και το ονομα της μητρος αυτου σαλωμιθ θυγατηρ δαβρι εκ της φυλης δαν

12 και απεθεντο αυτον εις φυλακην διακριναι αυτον δια προσταγματος κυριου

13 και ελαλησεν κυριος προς μωυσην λεγων

14 εξαγαγε τον καταρασαμενον εξω της παρεμβολης και επιθησουσιν παντες οι ακουσαντες τας χειρας αυτων επι την κεφαλην αυτου και λιθοβολησουσιν αυτον πασα η συναγωγη

15 και τοις υιοις ισραηλ λαλησον και ερεις προς αυτους ανθρωπος ος εαν καταρασηται θεον αμαρτιαν λημψεται

16 ονομαζων δε το ονομα κυριου θανατω θανατουσθω λιθοις λιθοβολειτω αυτον πασα συναγωγη ισραηλ εαν τε προσηλυτος εαν τε αυτοχθων εν τω ονομασαι αυτον το ονομα κυριου τελευτατω

17 και ανθρωπος ος αν παταξη ψυχην ανθρωπου και αποθανη θανατω θανατουσθω

18 και ος αν παταξη κτηνος και αποθανη αποτεισατω ψυχην αντι ψυχης

19 και εαν τις δω μωμον τω πλησιον ως εποιησεν αυτω ωσαυτως αντιποιηθησεται αυτω

20 συντριμμα αντι συντριμματος οφθαλμον αντι οφθαλμου οδοντα αντι οδοντος καθοτι αν δω μωμον τω ανθρωπω ουτως δοθησεται αυτω

21 ος αν παταξη ανθρωπον και αποθανη θανατω θανατουσθω

22 δικαιωσις μια εσται τω προσηλυτω και τω εγχωριω οτι εγω ειμι κυριος ο θεος υμων

23 και ελαλησεν μωυσης τοις υιοις ισραηλ και εξηγαγον τον καταρασαμενον εξω της παρεμβολης και ελιθοβολησαν αυτον εν λιθοις και οι υιοι ισραηλ εποιησαν καθα συνεταξεν κυριος τω μωυση

← Leviticus 23   Leviticus 25 →
   Studovat vnitřní smysl

Explanation of Leviticus 24      

Napsal(a) Henry MacLagan

Verses 1-4. The good of celestial love, adapted to the state of the spiritual man, is the origin of all spiritual truth in order that there may be light in the spiritual kingdom perpetually

Verses 5-9. On the manifestation of celestial and spiritual good, or, in other words, of pure love to the Lord and love to the neighbour, to the man of the church; that they are to be accurately distinguished; that they are acquired by spiritual conflict; that they are in their receptacles with man; that they are acknowledged to be from the Lord; that they are accompanied by their corresponding truth; and that they are appropriated by man

Verses 10-14. Concerning the falsity derived from evil which infests the church and profanes the truth, and especially the doctrine of the Divine Human; that those who are of this character are, in the meantime, restrained by external bonds; that they come into judgement; and that they are condemned

Verses 15-23. Concerning profanation; concerning injury done to truth and good; and concerning the law of retribution, by which evil and falsity bring upon themselves their own punishment.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 1463, 2165, 2177, 2187, 2280, 3272, 4236, ...

Apocalypse Revealed 43, 348, 468, 493, 610, 778, 862

True Christian Religion 707


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 324, 430, 491, 504, 556, 617, 638, ...

Last Judgment (Posthumous) 337

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 9:5, 6

Exodus 12:28, 38, 49, 18:15, 26, 20:7, 21:23, 25, 33, 36, 25:30, 37, 27:20, 21, 40:4

Leviticus 2:1, 2, 3:17, 6:9, 11, 10:12, 16:34, 18:21, 20:2, 21:22

Numbers 9:8, 13, 15:35, 27:5

Deuteronomy 1:16

Judges 7

1 Samuel 21:7

1 Kings 10

1 Chronicles 9:32, 23:29

2 Chronicles 13:11, 29:7

Nehemiah 10:34

Isaiah 8:21

Matthew 5:21, 38, 12:4, 26:65, 66

Mark 2:26

John 10:33, 19:7


Přeložit: