Leviticus 23

Studovat vnitřní smysl

           

1 και ειπεν κυριος προς μωυσην λεγων

2 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους αι εορται κυριου ας καλεσετε αυτας κλητας αγιας αυται εισιν εορται μου

3 εξ ημερας ποιησεις εργα και τη ημερα τη εβδομη σαββατα αναπαυσις κλητη αγια τω κυριω παν εργον ου ποιησεις σαββατα εστιν τω κυριω εν παση κατοικια υμων

4 αυται αι εορται τω κυριω κληται αγιαι ας καλεσετε αυτας εν τοις καιροις αυτων

5 εν τω πρωτω μηνι εν τη τεσσαρεσκαιδεκατη ημερα του μηνος ανα μεσον των εσπερινων πασχα τω κυριω

6 και εν τη πεντεκαιδεκατη ημερα του μηνος τουτου εορτη των αζυμων τω κυριω επτα ημερας αζυμα εδεσθε

7 και η ημερα η πρωτη κλητη αγια εσται υμιν παν εργον λατρευτον ου ποιησετε

8 και προσαξετε ολοκαυτωματα τω κυριω επτα ημερας και η εβδομη ημερα κλητη αγια εσται υμιν παν εργον λατρευτον ου ποιησετε

9 και ελαλησεν κυριος προς μωυσην λεγων

10 ειπον τοις υιοις ισραηλ και ερεις προς αυτους οταν εισελθητε εις την γην ην εγω διδωμι υμιν και θεριζητε τον θερισμον αυτης και οισετε δραγμα απαρχην του θερισμου υμων προς τον ιερεα

11 και ανοισει το δραγμα εναντι κυριου δεκτον υμιν τη επαυριον της πρωτης ανοισει αυτο ο ιερευς

12 και ποιησετε εν τη ημερα εν η αν φερητε το δραγμα προβατον αμωμον ενιαυσιον εις ολοκαυτωμα τω κυριω

13 και την θυσιαν αυτου δυο δεκατα σεμιδαλεως αναπεποιημενης εν ελαιω θυσια τω κυριω οσμη ευωδιας κυριω και σπονδην αυτου το τεταρτον του ιν οινου

14 και αρτον και πεφρυγμενα χιδρα νεα ου φαγεσθε εως εις αυτην την ημεραν ταυτην εως αν προσενεγκητε υμεις τα δωρα τω θεω υμων νομιμον αιωνιον εις τας γενεας υμων εν παση κατοικια υμων

15 και αριθμησετε υμεις απο της επαυριον των σαββατων απο της ημερας ης αν προσενεγκητε το δραγμα του επιθεματος επτα εβδομαδας ολοκληρους

16 εως της επαυριον της εσχατης εβδομαδος αριθμησετε πεντηκοντα ημερας και προσοισετε θυσιαν νεαν τω κυριω

17 απο της κατοικιας υμων προσοισετε αρτους επιθεμα δυο αρτους εκ δυο δεκατων σεμιδαλεως εσονται εζυμωμενοι πεφθησονται πρωτογενηματων τω κυριω

18 και προσαξετε μετα των αρτων επτα αμνους αμωμους ενιαυσιους και μοσχον ενα εκ βουκολιου και κριους δυο αμωμους εσονται ολοκαυτωμα τω κυριω και αι θυσιαι αυτων και αι σπονδαι αυτων θυσιαν οσμην ευωδιας τω κυριω

19 και ποιησουσιν χιμαρον εξ αιγων ενα περι αμαρτιας και δυο αμνους ενιαυσιους εις θυσιαν σωτηριου μετα των αρτων του πρωτογενηματος

20 και επιθησει αυτα ο ιερευς μετα των αρτων του πρωτογενηματος επιθεμα εναντι κυριου μετα των δυο αμνων αγια εσονται τω κυριω τω ιερει τω προσφεροντι αυτα αυτω εσται

21 και καλεσετε ταυτην την ημεραν κλητην αγια εσται υμιν παν εργον λατρευτον ου ποιησετε εν αυτη νομιμον αιωνιον εις τας γενεας υμων εν παση τη κατοικια υμων

22 και οταν θεριζητε τον θερισμον της γης υμων ου συντελεσετε το λοιπον του θερισμου του αγρου σου εν τω θεριζειν σε και τα αποπιπτοντα του θερισμου σου ου συλλεξεις τω πτωχω και τω προσηλυτω υπολειψη αυτα εγω κυριος ο θεος υμων

23 και ελαλησεν κυριος προς μωυσην λεγων

24 λαλησον τοις υιοις ισραηλ λεγων του μηνος του εβδομου μια του μηνος εσται υμιν αναπαυσις μνημοσυνον σαλπιγγων κλητη αγια εσται υμιν

25 παν εργον λατρευτον ου ποιησετε και προσαξετε ολοκαυτωμα κυριω

26 και ελαλησεν κυριος προς μωυσην λεγων

27 και τη δεκατη του μηνος του εβδομου τουτου ημερα εξιλασμου κλητη αγια εσται υμιν και ταπεινωσετε τας ψυχας υμων και προσαξετε ολοκαυτωμα τω κυριω

28 παν εργον ου ποιησετε εν αυτη τη ημερα ταυτη εστιν γαρ ημερα εξιλασμου αυτη υμιν εξιλασασθαι περι υμων εναντι κυριου του θεου υμων

29 πασα ψυχη ητις μη ταπεινωθησεται εν αυτη τη ημερα ταυτη εξολεθρευθησεται εκ του λαου αυτης

30 και πασα ψυχη ητις ποιησει εργον εν αυτη τη ημερα ταυτη απολειται η ψυχη εκεινη εκ του λαου αυτης

31 παν εργον ου ποιησετε νομιμον αιωνιον εις τας γενεας υμων εν πασαις κατοικιαις υμων

32 σαββατα σαββατων εσται υμιν και ταπεινωσετε τας ψυχας υμων απο ενατης του μηνος απο εσπερας εως εσπερας σαββατιειτε τα σαββατα υμων

33 και ελαλησεν κυριος προς μωυσην λεγων

34 λαλησον τοις υιοις ισραηλ λεγων τη πεντεκαιδεκατη του μηνος του εβδομου τουτου εορτη σκηνων επτα ημερας τω κυριω

35 και η ημερα η πρωτη κλητη αγια παν εργον λατρευτον ου ποιησετε

36 επτα ημερας προσαξετε ολοκαυτωματα τω κυριω και η ημερα η ογδοη κλητη αγια εσται υμιν και προσαξετε ολοκαυτωματα τω κυριω εξοδιον εστιν παν εργον λατρευτον ου ποιησετε

37 αυται αι εορται κυριω ας καλεσετε κλητας αγιας ωστε προσενεγκαι καρπωματα τω κυριω ολοκαυτωματα και θυσιας αυτων και σπονδας αυτων το καθ' ημεραν εις ημεραν

38 πλην των σαββατων κυριου και πλην των δοματων υμων και πλην πασων των ευχων υμων και πλην των εκουσιων υμων α αν δωτε τω κυριω

39 και εν τη πεντεκαιδεκατη ημερα του μηνος του εβδομου τουτου οταν συντελεσητε τα γενηματα της γης εορτασετε τω κυριω επτα ημερας τη ημερα τη πρωτη αναπαυσις και τη ημερα τη ογδοη αναπαυσις

40 και λημψεσθε τη ημερα τη πρωτη καρπον ξυλου ωραιον και καλλυνθρα φοινικων και κλαδους ξυλου δασεις και ιτεας και αγνου κλαδους εκ χειμαρρου ευφρανθηναι εναντι κυριου του θεου υμων επτα ημερας

41 του ενιαυτου νομιμον αιωνιον εις τας γενεας υμων εν τω μηνι τω εβδομω εορτασετε αυτην

42 εν σκηναις κατοικησετε επτα ημερας πας ο αυτοχθων εν ισραηλ κατοικησει εν σκηναις

43 οπως ιδωσιν αι γενεαι υμων οτι εν σκηναις κατωκισα τους υιους ισραηλ εν τω εξαγαγειν με αυτους εκ γης αιγυπτου εγω κυριος ο θεος υμων

44 και ελαλησεν μωυσης τας εορτας κυριου τοις υιοις ισραηλ

  
   Studovat vnitřní smysl

Explanation of Leviticus 23      

Napsal(a) Henry MacLagan

On the successive states of the regenerate life in general, involving states of conflict against evil succeeded by states of rest.

The first subordinate state is one of deliverance from evil, involving the interior reception of truth conjoined with good, purification, and the arrangement of truths under good. Verses 4-8.

The second subordinate state is that of the implantation of truth in good. Verses 9-22.

Concerning revelation in consequence. Verses 23-25.

Also concerning the plenary removal of evil in consequence. Verses 26-32.

The third subordinate state is that of the implantation of good, involving gladness and joy of heart in all completeness and holiness, with states of peace and rest from the lowest principles to the highest, which are perpetually renewed. Verses 33-34.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 2180, 9294


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 414, 925, 1071, 1947, 2075, 2177, 2252, ...

Apocalypse Revealed 242, 278, 316, 367, 400, 585, 623, ...

Heaven and Hell 287


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 109, 257, 279, 324, 365, 376, 417, ...

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 12:2, 11, 15, 41, 51, 20:8, 23:15, 16, 19, 27:21, 29:24, 30:33, 34:22

Leviticus 1:3, 10, 2:12, 14, 3:6, 17, 4:23, 7:20, 21, 16:16, 29, 30, 31, 33, 19:9, 10, 23, 25, 23:7, 14, 21, 31, 36, 41

Numbers 15:3, 5, 20, 24, 18:8, 12, 13, 28:18, 26, 29:1, 7, 12, 39

Deuteronomy 12:12, 16:1, 9, 10, 13, 31:10

1 Kings 8:2, 12:32

2 Chronicles 2:3

Ezra 3:4, 5, 6

Nehemiah 8:2, 14, 18

Psalms 56:13, 76:12

Isaiah 29:1

Ezekiel 44:24, 45:23, 25

Hosea 12:10

Zechariah 14:16, 18, 19

Matthew 26:17

Mark 14:1

Luke 22:1

John 7:2, 37

Acts of the Apostles 2:1, 3:23

Colossians 2:16

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Eating the Passover
Coloring Page | Ages 7 - 14

 Feast of Ingathering
Color the pictures of the Children of Israel celebrating this feast, then attach the pictures together to display.
Project | Ages 7 - 14

 Rejoicing Before the Lord
Worship Talk | Ages over 18

 Thanking the Lord
Worship Talk | Ages 7 - 14

 The Work of Your Hands
When you say the blessing, you are thanking the Lord for everything that He gives you, including your useful hands.
Story | Ages 4 - 6


Přeložit: