Leviticus 20

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Leviticus 19   Leviticus 21 →

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 και τοις υιοις ισραηλ λαλησεις εαν τις απο των υιων ισραηλ η απο των προσγεγενημενων προσηλυτων εν ισραηλ ος αν δω του σπερματος αυτου αρχοντι θανατω θανατουσθω το εθνος το επι της γης λιθοβολησουσιν αυτον εν λιθοις

3 και εγω επιστησω το προσωπον μου επι τον ανθρωπον εκεινον και απολω αυτον εκ του λαου αυτου οτι του σπερματος αυτου εδωκεν αρχοντι ινα μιανη τα αγια μου και βεβηλωση το ονομα των ηγιασμενων μοι

4 εαν δε υπεροψει υπεριδωσιν οι αυτοχθονες της γης τοις οφθαλμοις αυτων απο του ανθρωπου εκεινου εν τω δουναι αυτον του σπερματος αυτου αρχοντι του μη αποκτειναι αυτον

5 και επιστησω το προσωπον μου επι τον ανθρωπον εκεινον και την συγγενειαν αυτου και απολω αυτον και παντας τους ομονοουντας αυτω ωστε εκπορνευειν αυτον εις τους αρχοντας εκ του λαου αυτων

6 και ψυχη η εαν επακολουθηση εγγαστριμυθοις η επαοιδοις ωστε εκπορνευσαι οπισω αυτων επιστησω το προσωπον μου επι την ψυχην εκεινην και απολω αυτην εκ του λαου αυτης

7 και εσεσθε αγιοι οτι αγιος εγω κυριος ο θεος υμων

8 και φυλαξεσθε τα προσταγματα μου και ποιησετε αυτα εγω κυριος ο αγιαζων υμας

9 ανθρωπος ανθρωπος ος αν κακως ειπη τον πατερα αυτου η την μητερα αυτου θανατω θανατουσθω πατερα αυτου η μητερα αυτου κακως ειπεν ενοχος εσται

10 ανθρωπος ος αν μοιχευσηται γυναικα ανδρος η ος αν μοιχευσηται γυναικα του πλησιον θανατω θανατουσθωσαν ο μοιχευων και η μοιχευομενη

11 εαν τις κοιμηθη μετα γυναικος του πατρος αυτου ασχημοσυνην του πατρος αυτου απεκαλυψεν θανατω θανατουσθωσαν αμφοτεροι ενοχοι εισιν

12 και εαν τις κοιμηθη μετα νυμφης αυτου θανατω θανατουσθωσαν αμφοτεροι ησεβηκασιν γαρ ενοχοι εισιν

13 και ος αν κοιμηθη μετα αρσενος κοιτην γυναικος βδελυγμα εποιησαν αμφοτεροι θανατουσθωσαν ενοχοι εισιν

14 ος εαν λαβη γυναικα και την μητερα αυτης ανομημα εστιν εν πυρι κατακαυσουσιν αυτον και αυτας και ουκ εσται ανομια εν υμιν

15 και ος αν δω κοιτασιαν αυτου εν τετραποδι θανατω θανατουσθω και το τετραπουν αποκτενειτε

16 και γυνη ητις προσελευσεται προς παν κτηνος βιβασθηναι αυτην υπ' αυτου αποκτενειτε την γυναικα και το κτηνος θανατω θανατουσθωσαν ενοχοι εισιν

17 ος εαν λαβη την αδελφην αυτου εκ πατρος αυτου η εκ μητρος αυτου και ιδη την ασχημοσυνην αυτης και αυτη ιδη την ασχημοσυνην αυτου ονειδος εστιν εξολεθρευθησονται ενωπιον υιων γενους αυτων ασχημοσυνην αδελφης αυτου απεκαλυψεν αμαρτιαν κομιουνται

18 και ανηρ ος αν κοιμηθη μετα γυναικος αποκαθημενης και αποκαλυψη την ασχημοσυνην αυτης την πηγην αυτης απεκαλυψεν και αυτη απεκαλυψεν την ρυσιν του αιματος αυτης εξολεθρευθησονται αμφοτεροι εκ του γενους αυτων

19 και ασχημοσυνην αδελφης πατρος σου και αδελφης μητρος σου ουκ αποκαλυψεις την γαρ οικειοτητα απεκαλυψεν αμαρτιαν αποισονται

20 ος αν κοιμηθη μετα της συγγενους αυτου ασχημοσυνην της συγγενειας αυτου απεκαλυψεν ατεκνοι αποθανουνται

21 ος αν λαβη την γυναικα του αδελφου αυτου ακαθαρσια εστιν ασχημοσυνην του αδελφου αυτου απεκαλυψεν ατεκνοι αποθανουνται

22 και φυλαξασθε παντα τα προσταγματα μου και τα κριματα μου και ποιησετε αυτα και ου μη προσοχθιση υμιν η γη εις ην εγω εισαγω υμας εκει κατοικειν επ' αυτης

23 και ουχι πορευεσθε τοις νομιμοις των εθνων ους εξαποστελλω αφ' υμων οτι ταυτα παντα εποιησαν και εβδελυξαμην αυτους

24 και ειπα υμιν υμεις κληρονομησατε την γην αυτων και εγω δωσω υμιν αυτην εν κτησει γην ρεουσαν γαλα και μελι εγω κυριος ο θεος υμων ος διωρισα υμας απο παντων των εθνων

25 και αφοριειτε αυτους ανα μεσον των κτηνων των καθαρων και ανα μεσον των κτηνων των ακαθαρτων και ανα μεσον των πετεινων των καθαρων και των ακαθαρτων και ου βδελυξετε τας ψυχας υμων εν τοις κτηνεσιν και εν τοις πετεινοις και εν πασιν τοις ερπετοις της γης α εγω αφωρισα υμιν εν ακαθαρσια

26 και εσεσθε μοι αγιοι οτι εγω αγιος κυριος ο θεος υμων ο αφορισας υμας απο παντων των εθνων ειναι εμοι

27 και ανηρ η γυνη ος αν γενηται αυτων εγγαστριμυθος η επαοιδος θανατω θανατουσθωσαν αμφοτεροι λιθοις λιθοβολησατε αυτους ενοχοι εισιν

← Leviticus 19   Leviticus 21 →
   Studovat vnitřní smysl

Explanation of Leviticus 20      

Napsal(a) Henry MacLagan

On the profanation of the truth by selfish love; and its consequences to those who are guilty of it and to those who excuse it. Verses 1-5.

The danger of unlawful exchange with spirits. Verse 6.

The necessity of a holy life, internally and externally, and the consequences of aversion from Divine Good and Divine Truth. Verses 7-9.

The consequences of the profanation of good and truth in various ways. Verses 10-21.

The necessity of obedience, and the danger of disobedience to the spiritual laws of Divine Order. Verses 22-24.

Also man must carefully distinguish between pure and impure affections and thoughts; he must be holy and pure, because he has been separated from evils and falsities; and he must remember that those who pervert good and truth by the abuse of the laws of order, internally or externally, totally vastate themselves. Verses 25-27.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 3703


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 2466, 4818, 7192, 8496, 8904, 8946, 8972, ...

Apocalypse Revealed 134, 567

Doctrine of Life 2, 79

True Christian Religion 314


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 141, 204, 619, 650, 768, 785, 946

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 19:5

Exodus 3:8, 17, 19:5, 6, 20:5, 14, 21:17, 22:17, 30:33, 31:13

Leviticus 7:20, 21, 10:10, 11:44, 45, 14:34, 17:7, 18:2, 3, 6, 21, 19:12, 19, 31, 20:2, 6, 8, 26, 27, 21:6, 8, 9, 15, 23, 22:32, 24:14, 16

Deuteronomy 7:6, 12:31, 13:11, 14:2, 17:2, 5, 18:11, 21:21, 22:21, 22, 24, 26:18, 27:21

Joshua 2:19, 3:5

2 Samuel 12:13

1 Kings 11:7

Nehemiah 10:29

Job 31:9, 11

Proverbs 30:11

Jeremiah 44:11

Ezekiel 18:13, 23:37

Matthew 15:4

Mark 7:10

John 8:4, 5

Acts of the Apostles 10:14

Romans 1:27

Titus 2:14

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...

εισαγω
All changes of place in the Bible represent changes in spiritual state. “Entering” – usually used as entering someone’s house or “going in unto” someone...

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Contact with Spirits
New Church teachings warn that deliberately contacting spirits is dangerous.
Sunday School Lesson | Ages 11 - 17


Přeložit: