Leviticus 17

Studovat vnitřní smysl

           

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 λαλησον προς ααρων και προς τους υιους αυτου και προς παντας υιους ισραηλ και ερεις προς αυτους τουτο το ρημα ο ενετειλατο κυριος λεγων

3 ανθρωπος ανθρωπος των υιων ισραηλ η των προσηλυτων των προσκειμενων εν υμιν ος αν σφαξη μοσχον η προβατον η αιγα εν τη παρεμβολη και ος αν σφαξη εξω της παρεμβολης

4 και επι την θυραν της σκηνης του μαρτυριου μη ενεγκη ωστε ποιησαι αυτο εις ολοκαυτωμα η σωτηριον κυριω δεκτον εις οσμην ευωδιας και ος αν σφαξη εξω και επι την θυραν της σκηνης του μαρτυριου μη ενεγκη αυτο ωστε μη προσενεγκαι δωρον κυριω απεναντι της σκηνης κυριου και λογισθησεται τω ανθρωπω εκεινω αιμα αιμα εξεχεεν εξολεθρευθησεται η ψυχη εκεινη εκ του λαου αυτης

5 οπως αναφερωσιν οι υιοι ισραηλ τας θυσιας αυτων οσας αν αυτοι σφαξουσιν εν τοις πεδιοις και οισουσιν τω κυριω επι τας θυρας της σκηνης του μαρτυριου προς τον ιερεα και θυσουσιν θυσιαν σωτηριου τω κυριω αυτα

6 και προσχεει ο ιερευς το αιμα επι το θυσιαστηριον κυκλω απεναντι κυριου παρα τας θυρας της σκηνης του μαρτυριου και ανοισει το στεαρ εις οσμην ευωδιας κυριω

7 και ου θυσουσιν ετι τας θυσιας αυτων τοις ματαιοις οις αυτοι εκπορνευουσιν οπισω αυτων νομιμον αιωνιον εσται υμιν εις τας γενεας υμων

8 και ερεις προς αυτους ανθρωπος ανθρωπος των υιων ισραηλ και απο των υιων των προσηλυτων των προσκειμενων εν υμιν ος αν ποιηση ολοκαυτωμα η θυσιαν

9 και επι την θυραν της σκηνης του μαρτυριου μη ενεγκη ποιησαι αυτο τω κυριω εξολεθρευθησεται ο ανθρωπος εκεινος εκ του λαου αυτου

10 και ανθρωπος ανθρωπος των υιων ισραηλ η των προσηλυτων των προσκειμενων εν υμιν ος αν φαγη παν αιμα και επιστησω το προσωπον μου επι την ψυχην την εσθουσαν το αιμα και απολω αυτην εκ του λαου αυτης

11 η γαρ ψυχη πασης σαρκος αιμα αυτου εστιν και εγω δεδωκα αυτο υμιν επι του θυσιαστηριου εξιλασκεσθαι περι των ψυχων υμων το γαρ αιμα αυτου αντι της ψυχης εξιλασεται

12 δια τουτο ειρηκα τοις υιοις ισραηλ πασα ψυχη εξ υμων ου φαγεται αιμα και ο προσηλυτος ο προσκειμενος εν υμιν ου φαγεται αιμα

13 και ανθρωπος ανθρωπος των υιων ισραηλ και των προσηλυτων των προσκειμενων εν υμιν ος αν θηρευση θηρευμα θηριον η πετεινον ο εσθεται και εκχεει το αιμα και καλυψει αυτο τη γη

14 η γαρ ψυχη πασης σαρκος αιμα αυτου εστιν και ειπα τοις υιοις ισραηλ αιμα πασης σαρκος ου φαγεσθε οτι η ψυχη πασης σαρκος αιμα αυτου εστιν πας ο εσθων αυτο εξολεθρευθησεται

15 και πασα ψυχη ητις φαγεται θνησιμαιον η θηριαλωτον εν τοις αυτοχθοσιν η εν τοις προσηλυτοις πλυνει τα ιματια αυτου και λουσεται υδατι και ακαθαρτος εσται εως εσπερας και καθαρος εσται

16 εαν δε μη πλυνη τα ιματια και το σωμα μη λουσηται υδατι και λημψεται ανομημα αυτου

   Studovat vnitřní smysl

Explanation of Leviticus 17      

Napsal(a) Henry MacLagan

Verses 1-5. There is revelation from the Lord to those who are in good and truth of every degree, that if they do not acknowledge that their power to worship is from Him through the heavens, they do violence to holy good and holy truth, because all genuine worship is really from good, in order that there may be harmony between the internal and external man

Verses 6-7. For such worship only, causes the conjunction of truth with good, removes worship from faith without charity, and is perpetual and eternal

Verses 8-9. And, therefore, any one who does not thus worship the Lord is separated from the church and from Divine truths

Verses 10-12. He who violates holy charity by mixing evils and falsities therewith averts himself from the Lord and separates himself from truths, because charity is the life of the church, and external worship ought to be in harmony with internal

Verses 13-16. Concerning the appropriation of good or truth from a principle of persuasion, from merely natural good, or from good contaminated by evil.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 9393


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1001, 1005, 1010, 3147, 3994, 4171, 4735, ...

Apocalypse Revealed 378, 379, 458, 781, 782, 939

Conjugial Love 315

Divine Love and Wisdom 379

True Christian Religion 670, 697, 706


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 79, 329, 365, 388, 412, 475, 586, ...

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 22:19, 30, 27:21, 30:33, 38

Leviticus 3:1, 2, 17, 4:25, 26, 11:24, 25, 27, 28, 31, 32, 39, 40, 20:5, 26:17

Numbers 19:20

Deuteronomy 12:5, 11, 13, 14, 23, 21:8, 32:17

Joshua 22:11, 16

1 Kings 3:2, 3

2 Chronicles 11:15

Psalms 106:37

Ezekiel 20:28, 24:7, 44:15

Acts of the Apostles 15:20

1 Corinthians 10:20

Hebrews 9:22


Přeložit: