Lamentations 4

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Lamentations 3   Lamentations 5 →

1 πως αμαυρωθησεται χρυσιον αλλοιωθησεται το αργυριον το αγαθον εξεχυθησαν λιθοι αγιοι επ' αρχης πασων εξοδων

2 υιοι σιων οι τιμιοι οι επηρμενοι εν χρυσιω πως ελογισθησαν εις αγγεια οστρακινα εργα χειρων κεραμεως

3 και γε δρακοντες εξεδυσαν μαστους εθηλασαν σκυμνοι αυτων θυγατερες λαου μου εις ανιατον ως στρουθιον εν ερημω

4 εκολληθη η γλωσσα θηλαζοντος προς τον φαρυγγα αυτου εν διψει νηπια ητησαν αρτον ο διακλων ουκ εστιν αυτοις

5 οι εσθοντες τας τρυφας ηφανισθησαν εν ταις εξοδοις οι τιθηνουμενοι επι κοκκων περιεβαλοντο κοπριας

6 και εμεγαλυνθη ανομια θυγατρος λαου μου υπερ ανομιας σοδομων της κατεστραμμενης ωσπερ σπουδη και ουκ επονεσαν εν αυτη χειρας

7 εκαθαριωθησαν ναζιραιοι αυτης υπερ χιονα ελαμψαν υπερ γαλα επυρρωθησαν υπερ λιθους σαπφειρου το αποσπασμα αυτων

8 εσκοτασεν υπερ ασβολην το ειδος αυτων ουκ επεγνωσθησαν εν ταις εξοδοις επαγη δερμα αυτων επι τα οστεα αυτων εξηρανθησαν εγενηθησαν ωσπερ ξυλον

9 καλοι ησαν οι τραυματιαι ρομφαιας η οι τραυματιαι λιμου επορευθησαν εκκεκεντημενοι απο γενηματων αγρων

10 χειρες γυναικων οικτιρμονων ηψησαν τα παιδια αυτων εγενηθησαν εις βρωσιν αυταις εν τω συντριμματι της θυγατρος λαου μου

11 συνετελεσεν κυριος θυμον αυτου εξεχεεν θυμον οργης αυτου και ανηψεν πυρ εν σιων και κατεφαγεν τα θεμελια αυτης

12 ουκ επιστευσαν βασιλεις γης παντες οι κατοικουντες την οικουμενην οτι εισελευσεται εχθρος και εκθλιβων δια των πυλων ιερουσαλημ

13 εξ αμαρτιων προφητων αυτης αδικιων ιερεων αυτης των εκχεοντων αιμα δικαιον εν μεσω αυτης

14 εσαλευθησαν εγρηγοροι αυτης εν ταις εξοδοις εμολυνθησαν εν αιματι εν τω μη δυνασθαι αυτους ηψαντο ενδυματων αυτων

15 αποστητε ακαθαρτων καλεσατε αυτους αποστητε αποστητε μη απτεσθε οτι ανηφθησαν και γε εσαλευθησαν ειπατε εν τοις εθνεσιν ου μη προσθωσιν του παροικειν

16 προσωπον κυριου μερις αυτων ου προσθησει επιβλεψαι αυτοις προσωπον ιερεων ουκ ελαβον πρεσβυτας ουκ ηλεησαν

17 ετι οντων ημων εξελιπον οι οφθαλμοι ημων εις την βοηθειαν ημων ματαια αποσκοπευοντων ημων απεσκοπευσαμεν εις εθνος ου σωζον

18 εθηρευσαμεν μικρους ημων του μη πορευεσθαι εν ταις πλατειαις ημων ηγγικεν ο καιρος ημων επληρωθησαν αι ημεραι ημων παρεστιν ο καιρος ημων

19 κουφοι εγενοντο οι διωκοντες ημας υπερ αετους ουρανου επι των ορεων εξηφθησαν εν ερημω ενηδρευσαν ημας

20 πνευμα προσωπου ημων χριστος κυριου συνελημφθη εν ταις διαφθοραις αυτων ου ειπαμεν εν τη σκια αυτου ζησομεθα εν τοις εθνεσιν

21 χαιρε και ευφραινου θυγατερ ιδουμαιας η κατοικουσα επι γης και γε επι σε διελευσεται το ποτηριον κυριου και μεθυσθηση και αποχεεις

22 εξελιπεν η ανομια σου θυγατερ σιων ου προσθησει ετι αποικισαι σε επεσκεψατο ανομιας σου θυγατερ εδωμ απεκαλυψεν επι τα ασεβηματα σου

← Lamentations 3   Lamentations 5 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 122

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 96, 374, 382, 1073, 1234, 1460, 2336 ...

Apocalypse Revealed 47, 305, 312, 343, 379, 501, 502 ...

Sacred Scripture 87

True Christianity 252

Ukázat odkazy z nepublikovaných děl Swedenborga



Přeložit:
Sdílet: