Lamentations 3

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Lamentations 2   Lamentations 4 →

1 εγω ανηρ ο βλεπων πτωχειαν εν ραβδω θυμου αυτου επ' εμε

2 παρελαβεν με και απηγαγεν εις σκοτος και ου φως

3 πλην εν εμοι επεστρεψεν χειρα αυτου ολην την ημεραν

4 επαλαιωσεν σαρκας μου και δερμα μου οστεα μου συνετριψεν

5 ανωκοδομησεν κατ' εμου και εκυκλωσεν κεφαλην μου και εμοχθησεν

6 εν σκοτεινοις εκαθισεν με ως νεκρους αιωνος

7 ανωκοδομησεν κατ' εμου και ουκ εξελευσομαι εβαρυνεν χαλκον μου

8 και γε κεκραξομαι και βοησω απεφραξεν προσευχην μου

9 ανωκοδομησεν οδους μου ενεφραξεν τριβους μου εταραξεν

10 αρκος ενεδρευουσα αυτος μοι λεων εν κρυφαιοις

11 κατεδιωξεν αφεστηκοτα και κατεπαυσεν με εθετο με ηφανισμενην

12 ενετεινεν τοξον αυτου και εστηλωσεν με ως σκοπον εις βελος

13 εισηγαγεν τοις νεφροις μου ιους φαρετρας αυτου

14 εγενηθην γελως παντι λαω μου ψαλμος αυτων ολην την ημεραν

15 εχορτασεν με πικριας εμεθυσεν με χολης

16 και εξεβαλεν ψηφω οδοντας μου εψωμισεν με σποδον

17 και απωσατο εξ ειρηνης ψυχην μου επελαθομην αγαθα

18 και ειπα απωλετο νεικος μου και η ελπις μου απο κυριου

19 εμνησθην απο πτωχειας μου και εκ διωγμου μου πικριας και χολης μου

20 μνησθησεται και καταδολεσχησει επ' εμε η ψυχη μου

21 ταυτην ταξω εις την καρδιαν μου δια τουτο υπομενω

25 αγαθος κυριος τοις υπομενουσιν αυτον ψυχη η ζητησει αυτον αγαθον

26 και υπομενει και ησυχασει εις το σωτηριον κυριου

27 αγαθον ανδρι οταν αρη ζυγον εν νεοτητι αυτου

28 καθησεται κατα μονας και σιωπησεται οτι ηρεν εφ' εαυτω

30 δωσει τω παιοντι αυτον σιαγονα χορτασθησεται ονειδισμων

31 οτι ουκ εις τον αιωνα απωσεται κυριος

32 οτι ο ταπεινωσας οικτιρησει κατα το πληθος του ελεους αυτου

33 οτι ουκ απεκριθη απο καρδιας αυτου και εταπεινωσεν υιους ανδρος

34 του ταπεινωσαι υπο τους ποδας αυτου παντας δεσμιους γης

35 του εκκλιναι κρισιν ανδρος κατεναντι προσωπου υψιστου

36 καταδικασαι ανθρωπον εν τω κρινεσθαι αυτον κυριος ουκ ειπεν

37 τις ουτως ειπεν και εγενηθη κυριος ουκ ενετειλατο

38 εκ στοματος υψιστου ουκ εξελευσεται τα κακα και το αγαθον

39 τι γογγυσει ανθρωπος ζων ανηρ περι της αμαρτιας αυτου

40 εξηρευνηθη η οδος ημων και ητασθη και επιστρεψωμεν εως κυριου

41 αναλαβωμεν καρδιας ημων επι χειρων προς υψηλον εν ουρανω

42 ημαρτησαμεν ησεβησαμεν και ουχ ιλασθης

43 επεσκεπασας εν θυμω και απεδιωξας ημας απεκτεινας ουκ εφεισω

44 επεσκεπασας νεφελην σεαυτω εινεκεν προσευχης

45 καμμυσαι με και απωσθηναι εθηκας ημας εν μεσω των λαων

46 διηνοιξαν εφ' ημας το στομα αυτων παντες οι εχθροι ημων

47 φοβος και θυμος εγενηθη ημιν επαρσις και συντριβη

48 αφεσεις υδατων καταξει ο οφθαλμος μου επι το συντριμμα της θυγατρος του λαου μου

49 ο οφθαλμος μου κατεποθη και ου σιγησομαι του μη ειναι εκνηψιν

50 εως ου διακυψη και ιδη κυριος εξ ουρανου

51 ο οφθαλμος μου επιφυλλιει επι την ψυχην μου παρα πασας θυγατερας πολεως

52 θηρευοντες εθηρευσαν με ως στρουθιον οι εχθροι μου δωρεαν

53 εθανατωσαν εν λακκω ζωην μου και επεθηκαν λιθον επ' εμοι

54 υπερεχυθη υδωρ επι κεφαλην μου ειπα απωσμαι

55 επεκαλεσαμην το ονομα σου κυριε εκ λακκου κατωτατου

56 φωνην μου ηκουσας μη κρυψης τα ωτα σου εις την δεησιν μου

57 εις την βοηθειαν μου ηγγισας εν η σε ημερα επεκαλεσαμην ειπας μοι μη φοβου

58 εδικασας κυριε τας δικας της ψυχης μου ελυτρωσω την ζωην μου

59 ειδες κυριε τας ταραχας μου εκρινας την κρισιν μου

60 ειδες πασαν την εκδικησιν αυτων εις παντας διαλογισμους αυτων εν εμοι

61 ηκουσας τον ονειδισμον αυτων παντας τους διαλογισμους αυτων κατ' εμου

62 χειλη επανιστανομενων μοι και μελετας αυτων κατ' εμου ολην την ημεραν

63 καθεδραν αυτων και αναστασιν αυτων επιβλεψον επι τους οφθαλμους αυτων

64 αποδωσεις αυτοις ανταποδομα κυριε κατα τα εργα των χειρων αυτων

65 αποδωσεις αυτοις υπερασπισμον καρδιας μοχθον σου αυτοις

66 καταδιωξεις εν οργη και εξαναλωσεις αυτους υποκατω του ουρανου κυριε

← Lamentations 2   Lamentations 4 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 121

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 3869, 8941, 9024, 9163

Apocalypse Revealed 306, 410, 485, 573, 721

Ukázat odkazy z nepublikovaných děl Swedenborga



Přeložit:
Sdílet: