Judith 9

           

1 ιουδιθ δε επεσεν επι προσωπον και επεθετο σποδον επι την κεφαλην αυτης και εγυμνωσεν ον ενεδεδυκει σακκον και ην αρτι προσφερομενον εν ιερουσαλημ εις τον οικον του θεου το θυμιαμα της εσπερας εκεινης και εβοησεν φωνη μεγαλη ιουδιθ προς κυριον και ειπεν

2 κυριε ο θεος του πατρος μου συμεων ω εδωκας εν χειρι ρομφαιαν εις εκδικησιν αλλογενων οι ελυσαν μητραν παρθενου εις μιασμα και εγυμνωσαν μηρον εις αισχυνην και εβεβηλωσαν μητραν εις ονειδος ειπας γαρ ουχ ουτως εσται και εποιησαν

3 ανθ' ων εδωκας αρχοντας αυτων εις φονον και την στρωμνην αυτων η ηδεσατο την απατην αυτων απατηθεισαν εις αιμα και επαταξας δουλους επι δυνασταις και δυναστας επι θρονους αυτων

4 και εδωκας γυναικας αυτων εις προνομην και θυγατερας αυτων εις αιχμαλωσιαν και παντα τα σκυλα αυτων εις διαιρεσιν υιων ηγαπημενων υπο σου οι και εζηλωσαν τον ζηλον σου και εβδελυξαντο μιασμα αιματος αυτων και επεκαλεσαντο σε εις βοηθον ο θεος ο θεος ο εμος και εισακουσον εμου της χηρας

5 συ γαρ εποιησας τα προτερα εκεινων και εκεινα και τα μετεπειτα και τα νυν και τα επερχομενα διενοηθης και εγενηθησαν α ενενοηθης

6 και παρεστησαν α εβουλευσω και ειπαν ιδου παρεσμεν πασαι γαρ αι οδοι σου ετοιμοι και η κρισις σου εν προγνωσει

7 ιδου γαρ ασσυριοι επληθυνθησαν εν δυναμει αυτων υψωθησαν εφ' ιππω και αναβατη εγαυριασαν εν βραχιονι πεζων ηλπισαν εν ασπιδι και εν γαισω και τοξω και σφενδονη και ουκ εγνωσαν οτι συ ει κυριος συντριβων πολεμους

8 κυριος ονομα σοι συ ραξον αυτων την ισχυν εν δυναμει σου και καταξον το κρατος αυτων εν τω θυμω σου εβουλευσαντο γαρ βεβηλωσαι τα αγια σου μιαναι το σκηνωμα της καταπαυσεως του ονοματος της δοξης σου καταβαλειν σιδηρω κερας θυσιαστηριου σου

9 βλεψον εις υπερηφανιαν αυτων αποστειλον την οργην σου εις κεφαλας αυτων δος εν χειρι μου της χηρας ο διενοηθην κρατος

10 παταξον δουλον εκ χειλεων απατης μου επ' αρχοντι και αρχοντα επι θεραποντι αυτου θραυσον αυτων το αναστεμα εν χειρι θηλειας

11 ου γαρ εν πληθει το κρατος σου ουδε η δυναστεια σου εν ισχυουσιν αλλα ταπεινων ει θεος ελαττονων ει βοηθος αντιλημπτωρ ασθενουντων απεγνωσμενων σκεπαστης απηλπισμενων σωτηρ

12 ναι ναι ο θεος του πατρος μου και θεος κληρονομιας ισραηλ δεσποτα των ουρανων και της γης κτιστα των υδατων βασιλευ πασης κτισεως σου συ εισακουσον της δεησεως μου

13 και δος λογον μου και απατην εις τραυμα και μωλωπα αυτων οι κατα της διαθηκης σου και οικου ηγιασμενου σου και κορυφης σιων και οικου κατασχεσεως υιων σου εβουλευσαντο σκληρα

14 και ποιησον επι παντος εθνους σου και πασης φυλης επιγνωσιν του ειδησαι οτι συ ει ο θεος θεος πασης δυναμεως και κρατους και ουκ εστιν αλλος υπερασπιζων του γενους ισραηλ ει μη συ


Přeložit: