Judith 8

Greek OT: LXX [A] Unaccented

← Judith 7   Judith 9 →

1 και ηκουσεν εν εκειναις ταις ημεραις ιουδιθ θυγατηρ μεραρι υιου ωξ υιου ιωσηφ υιου οζιηλ υιου ελκια υιου ανανιου υιου γεδεων υιου ραφαιν υιου αχιτωβ υιου ηλιου υιου χελκιου υιου ελιαβ υιου ναθαναηλ υιου σαλαμιηλ υιου σαρασαδαι υιου ισραηλ

2 και ο ανηρ αυτης μανασσης της φυλης αυτης και της πατριας αυτης και απεθανεν εν ημεραις θερισμου κριθων

3 επεστη γαρ επι τους δεσμευοντας τα δραγματα εν τω πεδιω και ο καυσων ηλθεν επι την κεφαλην αυτου και επεσεν επι την κλινην αυτου και ετελευτησεν εν βαιτυλουα τη πολει αυτου και εθαψαν αυτον μετα των πατερων αυτου εν τω αγρω τω ανα μεσον δωθαιμ και βαλαμων

4 και ην ιουδιθ εν τω οικω αυτης χηρευουσα ετη τρια και μηνας τεσσαρας

5 και εποιησεν εαυτη σκηνην επι του δωματος του οικου αυτης και επεθηκεν επι την οσφυν αυτης σακκον και ην επ' αυτης τα ιματια της χηρευσεως αυτης

6 και ενηστευε πασας τας ημερας της χηρευσεως αυτης χωρις προσαββατων και σαββατων και προνουμηνιων και νουμηνιων και εορτων και χαρμοσυνων οικου ισραηλ

7 και ην καλη τω ειδει και ωραια τη οψει σφοδρα και υπελιπετο αυτη μανασσης ο ανηρ αυτης χρυσιον και αργυριον και παιδας και παιδισκας και κτηνη και αγρους και εμενεν επ' αυτων

8 και ουκ ην ος επηνεγκεν αυτη ρημα πονηρον οτι εφοβειτο τον θεον σφοδρα

9 και ηκουσεν τα ρηματα του λαου τα πονηρα επι τον αρχοντα οτι ωλιγοψυχησαν εν τη σπανει των υδατων και ηκουσεν παντας τους λογους ιουδιθ ους ελαλησεν προς αυτους οζιας ως ωμοσεν αυτοις παραδωσειν την πολιν μετα ημερας πεντε τοις ασσυριοις

10 και αποστειλασα την αβραν αυτης την εφεστωσαν πασιν τοις υπαρχουσιν αυτης εκαλεσεν χαβριν και χαρμιν τους πρεσβυτερους της πολεως αυτης

11 και ηλθον προς αυτην και ειπεν προς αυτους ακουσατε δη μου αρχοντες των κατοικουντων εν βαιτυλουα οτι ουκ ευθης ο λογος υμων ον ελαλησατε εναντιον του λαου εν τη ημερα ταυτη και εστησατε τον ορκον τουτον ον ελαλησατε ανα μεσον του θεου και υμων και ειπατε εκδωσειν την πολιν τοις εχθροις ημων εαν μη εν αυταις επιστρεψη κυριος βοηθειαν υμιν

12 και νυν τινες εστε υμεις οι επειρασατε τον θεον εν τη ημερα τη σημερον και ιστατε υπερ του θεου εν μεσω υιων ανθρωπων

13 και νυν κυριον παντοκρατορα εξεταζετε και ουθεν επιγνωσεσθε εως του αιωνος

14 οτι βαθος καρδιας ανθρωπου ουχ ευρησετε και λογους της διανοιας αυτου ου διαλημψεσθε και πως τον θεον ος εποιησεν παντα ταυτα ερευνησετε και τον νουν αυτου επιγνωσεσθε και τον λογισμον αυτου κατανοησετε μηδαμως αδελφοι μη παροργιζετε κυριον τον θεον ημων

15 οτι εαν μη βουληται εν ταις πεντε ημεραις βοηθησαι ημιν αυτος εχει την εξουσιαν εν αις θελει σκεπασαι ημεραις η και ολεθρευσαι ημας προ προσωπου των εχθρων ημων

16 υμεις δε μη ενεχυραζετε τας βουλας κυριου του θεου ημων οτι ουχ ως ανθρωπος ο θεος απειληθηναι ουδ' ως υιος ανθρωπου διαιτηθηναι

17 διοπερ αναμενοντες την παρ' αυτου σωτηριαν επικαλεσωμεθα αυτον εις βοηθειαν ημων και εισακουσεται της φωνης ημων εαν η αυτω αρεστον

18 οτι ουκ ανεστη εν ταις γενεαις ημων ουδε εστιν εν τη ημερα τη σημερον ουτε φυλη ουτε πατρια ουτε δημος ουτε πολις εξ ημων οι προσκυνουσι θεοις χειροποιητοις καθαπερ εγενετο εν ταις προτερον ημεραις

19 ων χαριν εδοθησαν εις ρομφαιαν και εις διαρπαγην οι πατερες ημων και επεσον πτωμα μεγα ενωπιον των εχθρων ημων

20 ημεις δε ετερον θεον ουκ εγνωμεν πλην αυτου οθεν ελπιζομεν οτι ουχ υπεροψεται ημας ουδ' απο του γενους ημων

21 οτι εν τω λημφθηναι ημας ουτως και λημφθησεται πασα η ιουδαια και προνομευθησεται τα αγια ημων και εκζητησει την βεβηλωσιν αυτων εκ του αιματος ημων

22 και τον φονον των αδελφων ημων και την αιχμαλωσιαν της γης και την ερημωσιν της κληρονομιας ημων επιστρεψει εις κεφαλην ημων εν τοις εθνεσιν ου εαν δουλευσωμεν εκει και εσομεθα εις προσκομμα και εις ονειδος εναντιον των κτωμενων ημας

23 οτι ου κατευθυνθησεται η δουλεια ημων εις χαριν αλλ' εις ατιμιαν θησει αυτην κυριος ο θεος ημων

24 και νυν αδελφοι επιδειξωμεθα τοις αδελφοις ημων οτι εξ ημων κρεμαται η ψυχη αυτων και τα αγια και ο οικος και το θυσιαστηριον επεστηρισται εφ' ημιν

25 παρα ταυτα παντα ευχαριστησωμεν κυριω τω θεω ημων ος πειραζει ημας καθα και τους πατερας ημων

26 μνησθητε οσα εποιησεν μετα αβρααμ και οσα επειρασεν τον ισαακ και οσα εγενετο τω ιακωβ εν μεσοποταμια της συριας ποιμαινοντι τα προβατα λαβαν του αδελφου της μητρος αυτου

27 οτι ου καθως εκεινους επυρωσεν εις ετασμον της καρδιας αυτων και ημας ουκ εξεδικησεν αλλ' εις νουθετησιν μαστιγοι κυριος τους εγγιζοντας αυτω

28 και ειπεν προς αυτην οζιας παντα οσα ειπας εν αγαθη καρδια ελαλησας και ουκ εστιν ος αντιστησεται τοις λογοις σου

29 οτι ουκ εν τη σημερον η σοφια σου προδηλος εστιν αλλ' απ' αρχης ημερων σου εγνω πας ο λαος την συνεσιν σου καθοτι αγαθον εστιν το πλασμα της καρδιας σου

30 αλλα ο λαος δεδιψηκεν σφοδρα και ηναγκασαν ημας ποιησαι καθα ελαλησαμεν αυτοις και επαγαγειν εφ' ημας ορκον ον ου παραβησομεθα

31 και νυν δεηθητι περι ημων οτι γυνη ευσεβης ει και αποστελει κυριος τον υετον εις πληρωσιν των λακκων ημων και ουκ εκλειψομεν ετι

32 και ειπεν προς αυτους ιουδιθ ακουσατε μου και ποιησω πραγμα ο αφιξεται εις γενεας γενεων υιοις του γενους ημων

33 υμεις στησεσθε επι της πυλης την νυκτα ταυτην και εξελευσομαι εγω μετα της αβρας μου και εν ταις ημεραις μεθ' ας ειπατε παραδωσειν την πολιν τοις εχθροις ημων επισκεψεται κυριος τον ισραηλ εν χειρι μου

34 υμεις δε ουκ εξερευνησετε την πραξιν μου ου γαρ ερω υμιν εως του τελεσθηναι α εγω ποιω

35 και ειπεν οζιας και οι αρχοντες προς αυτην πορευου εις ειρηνην και κυριος ο θεος εμπροσθεν σου εις εκδικησιν των εχθρων ημων

36 και αποστρεψαντες εκ της σκηνης επορευθησαν επι τας διαταξεις αυτων

← Judith 7   Judith 9 →

Přeložit:
Sdílet: