Judith 3

Greek OT: LXX [A] Unaccented

← Judith 2   Judith 4 →

1 και απεστειλαν προς αυτον αγγελους λογοις ειρηνικοις λεγοντες

2 ιδου ημεις οι παιδες ναβουχοδονοσορ βασιλεως μεγαλου παρακειμεθα ενωπιον σου χρησαι ημιν καθως αρεστον εστιν τω προσωπω σου

3 ιδου αι επαυλεις ημων και πας τοπος ημων και παν πεδιον πυρων και τα ποιμνια και τα βουκολια και πασαι αι μανδραι των σκηνων ημων παρακεινται προ προσωπου σου χρησαι καθο αν αρεσκη σοι

4 ιδου και αι πολεις ημων και οι κατοικουντες εν αυταις δουλοι σοι εισιν ελθων απαντησον αυταις ως εστιν αγαθον εν οφθαλμοις σου

5 και παρεγενοντο οι ανδρες προς ολοφερνην και απηγγειλαν αυτω κατα τα ρηματα ταυτα

6 και κατεβη επι την παραλιαν αυτος και η δυναμις αυτου και εφρουρωσε τας πολεις τας υψηλας και ελαβεν εξ αυτων εις συμμαχιαν ανδρας επιλεκτους

7 και εδεξαντο αυτον αυτοι και πασα η περιχωρος αυτων μετα στεφανων και χορων και τυμπανων

8 και κατεσκαψεν παντα τα ορια αυτων και τα αλση αυτων εξεκοψεν και ην δεδομενον αυτω εξολεθρευσαι παντας τους θεους της γης οπως αυτω μονω τω ναβουχοδονοσορ λατρευσωσι παντα τα εθνη και πασαι αι γλωσσαι και αι φυλαι αυτων επικαλεσωνται αυτον εις θεον

9 και ηλθεν κατα προσωπον εσδρηλων πλησιον της δωταιας η εστιν απεναντι του πριονος του μεγαλου της ιουδαιας

10 και κατεστρατοπεδευσαν ανα μεσον γαιβαι και σκυθων πολεως και ην εκει μηνα ημερων εις το συλλεξαι πασαν την απαρτιαν της δυναμεως αυτου

← Judith 2   Judith 4 →

Přeložit:
Sdílet: